1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

80

ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκη νώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὑτῶν ἐν σοὶ, καὶ δώ σουσιν ἐν σοὶ τὰ σκηνώματα αὑτῶν· αὐτοὶ φάγον ται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό τητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νο μὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὰς προβάτων, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύ ριος. Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατο λῶν ἡρμήνευσαν· εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος 81.1061 κατάγοντες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου πρὸς υἱοὺς Ἀμμών· Ἐπειδὴ ἐφήσθητε θεασάμενοι τὸν ἀφιερωθέντα μοι νεὼν ὑπὸ μιαρῶν καὶ ἀνοσίων ἀνθρώπων πατηθέντα, καὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἀφανισθεῖσαν, καὶ τὴν Ἰούδα φυλὴν αἰχμάλωτον γενομένην, ὑποχειρίους ὑμᾶς ποιήσω τοῖς πολλῷ τῶν Βαβυλωνίων ὑποδεεστέροις τε καὶ ἀσθε νεστέροις, οἳ πολλαῖς σε περιβαλοῦσι συμφοραῖς, τὰς μὲν σκηνὰς ἐν ταῖς σαῖς πόλεσι καταπηγνύντες, τὰς δὲ τῶν καμήλων ἀγέλας ἐν τῇ σῇ καταβόσκοντες χώρᾳ, ὑμᾶς δὲ αὐτοὺς καθιστάντες νομέας προβάτων. Τούτων τοίνυν εἰς ὑμᾶς γιγνομένων, μαθήσεσθε ὡς οὐ διὰ τὴν ἐμὴν ἀσθένειαν πέπονθεν ὁ ἐμὸς λαὸς ἃ πέπονθεν, ἀλλὰ διὰ τὴν αὑτοῦ παρανομίαν. ʹ, ζʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐκρότησας τῇ χειρί σου, καὶ ἐψόφη σας τῷ ποδί σου, καὶ ἐπεχάρης τῇ ψυχῇ σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτε νῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρ παγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Ἐπειδὴ γὰρ, φησὶν, ἐφηδόμενος καὶ ἐπευφραινόμενος τοῖς τοῦ λαοῦ μου κακοῖς, καὶ ταῖς χερσὶν ἐκρότεις, καὶ ψό φον διὰ τῶν ποδῶν ἀπετέλεις σκιρτῶν καὶ χορεύων, τούτου χάριν χαλεπώτερα πείσῃ, καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν ἐμὴν δεσποτείαν. Ἐν τεῦθεν ἐπὶ τὸν Μωὰβ, ἀδελφὸν ὄντα τοῦ Ἀμμὼν, καὶ ἀστυγείτονα, μεταφέρει τὴν προφητείαν. ηʹ-ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων αὐτοῦ, ἀπὸ τῶν ἀκροτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν οἶκον Βαιθιασιμοὺθ ἐπάνω πηγῆς πό λεως παραθαλασσίας τὴν Βαελμὼν καὶ τὴν Καριαθέμ. Τοὺς υἱοὺς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, καὶ δώσω αὐτὴν εἰς ἔξαρσιν, ὅπως μὴ γένηται μνεία υἱῶν Ἀμμὼν ἐν τοῖς ἔθνεσι. Καὶ ἐν Μωὰβ ποι ήσω ἐκδικήσεις, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύ ριος. Τὸν Σηεὶρ τῷ Μωὰβ συνῆψεν, ἐπειδὴ καὶ αὐτὸς τῶν γειτονευόντων ὑπῆρχε· Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας· ἐχρημάτιζε δὲ καὶ Ἐδὼμ, τὸ πυῤῥὸν ἢ τὸ ἐρυθρόν· τὸ Σηεὶρ δὲ, τὸ δασὺ καὶ τετριχωμένον. Ἀμφότερα δὲ ταῦτα εἶχεν Ἠσαῦ ὁ τοῦ Ἰακὼβ ἀδελφός. "Ἐξῆλθε γὰρ, φησὶν,ὁ πρῶτος πυῤῥός· ὅλος ὡσεὶ δορὰ, δασύς·" καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ περὶ αὐτοῦ πρὸς τὴν μητέρα. "Ἔστιν Ἠσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ 81.1064 ἀνὴρ λεῖος." Ἐπειδὴ τοίνυν, φησὶ, Σηεὶρ καὶ Μωὰβ ἐντρυφῶντες τοῖς τοῦ λαοῦ μου κακοῖς ἐτόλμησαν εἰπεῖν, ὅτι οὐδεμίαν ἔχει διαφορὰν ὁ ἐμὸς λαὸς πρὸς τὰ λοιπὰ ἔθνη, εἰς ἐμὲ δὲ αὕτη ἡ βλασφημία κεχώ ρηκεν, εἴπερ τοῖς τῶν ἄλλων ἐθνῶν εἰδώλοις παρα πλησίως ἀσθενῶν οὐκ ἠδυνήθην ἐπαμῦναί μου τῷ λαῷ· τούτου χάριν "Παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ τῶν πόλεων αὐτοῦ·" τουτέστι, τὴν ἰσχὺν αὐτῶν καταλύσω· οὐ μόνον δὲ τὰς ἐν ταῖς ἀκρω ρείαις διακειμένας, ἀλλὰ καὶ τὰς παραλίας αὐτοῦ πόλεις ἀναστάτους ποιήσω. Παραλίας δὲ λέγει τὰς παρὰ τὴν νεκρὰν θάλασσαν διακειμένας· τῆς γὰρ ἄλλης θαλάσσης πόῤῥωθεν ᾤκουν οἱ Μωαβῖται. Λέγει δὲ καὶ τὰ τῶν πόλεων ὀνόματα, ὧν μέχρι τοῦ παρ όντος ὀλίγον μεμένηκε λείψανον· καὶ τὰ μέν ἐστι ταύτης τῆς Ἀραβίας, τὰ δὲ ἐκείνης. Προστίθησι δὲ, ὅτι καὶ τούτους τοῖς αὐτοῖς παραδώσει πολεμίοις, οἷς καὶ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἀμμὼν, καὶ ὅτι τῇ πείρᾳ μαθήσονται, ὡς δυνατός ἐστι ∆ε σπότης, ἐπαμῦναι μὲν δυνάμενος, διὰ δὲ τὴν τοῦ λαοῦ παρανομίαν τοῦτο ποιεῖν οὐκ ἀνεχόμενος. ∆ιὸ ἐπήγαγε· "Καὶ