1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

55

ἡγήσαντο, Ἰωάχαζ, Ἰωακεὶμ, Ἰεχονίας, Σεδεκίας. γʹ, δʹ. Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐ τῆς· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπά γματα, ἀνθρώπους ἔφαγεν. Καὶ ἤκουσε περὶ αὐτοῦ ἔθνη, καὶ συνελήφθη ἐν τῇ διαφθορᾷ αὑ τοῦ, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύ πτου. Τὸν Ἰωάχαζ λέγει, ὃς Ἰωσίαν τὸν πατέρα διαδεξάμενος, καὶ περὶ τὸ Θεῖον ἐγένετο δυσσεβὴς, καὶ περὶ τοὺς ὑπηκόους παράνομος· ἀλλὰ τοῦτον Φαραὼ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς δορυάλωτον λαβὼν, πεπεδημένον εἰσήγαγεν εἰς τὴν Αἴγυπτον, καὶ ἐκεῖ τῆς παρανομίας τὰς δίκας ἐξέτισε· καὶ τοῦτο ἐσήμανεν εἰρηκὼς, "Συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ." Εἶτα ἐπάγει· εʹ-ζʹ. Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὑτῆς· λέοντα ἔταξεν αὐτόν. Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, καὶ ἀνθρώπους ἔφαγε. Καὶ ἐνέμετο ἐν τῷ θράσει αὑτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξερήμωσε, καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὑτοῦ. Τὸν Ἰεχονίαν διὰ τούτων παρεδήλωκε, τὸν τοῦ Ἰωακεὶμ υἱόν· περὶ γὰρ τῶν γενομένων αἰχμαλώ των, καὶ ἐν τῇ ξένῃ δεξαμένων τοῦ βίου τὸ πέρας, ποιεῖται τὸν λόγον· διὸ τοῦ Ἰωακεὶμ ἐπὶ τοῦ παρόν τος τὴν μνήμην κατέλιπεν· ἐν τῇ γὰρ Ἱερουσαλὴμ οὗτος ἐδέξατο τὴν σφαγήν. Ἐν συντόμῳ τοίνυν διεξῆλθε τὴν τοῦ Ἰεχονίου παρανομίαν, ὃς τρεῖς μῆνας πρὸς ὀλίγαις βασιλεύσας ἡμέραις, φόνων ἀδίκων τὴν πόλιν ἐπλήρωσεν. Ὅτι δὲ οὐ τὸν Ἰωακεὶμ, ἀλλὰ τὸν Ἰεχονίαν διὰ τούτων αἰνίττεται, τὰἐπαγόμενα μαρτυρεῖ. Φησὶ γάρ· ηʹ, θʹ. Καὶ ἐπέθετο ἐπ' αὐτῷ ἔθνη κυκλόθεν ἐκ τῶν χωρῶν, καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δί κτυα αὑτῶν, καὶ ἐν τῇ διαφθορᾷ αὐτῶν συν ελήφθη. Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ, καὶ ἐν γαλεά 81.984 γρᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βα βυλῶνος, καὶ εἰσήγαγον αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ μηκέτι ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ. Ὁ δὲ Ἰωακεὶμ οὐκ αἰχμάλωτοςἀπήχθη, ἀλλ' ἐν τῇ Ἱερουσαλὴμ ἀνῃρέθη· ὁ δὲ Ἰεχονίας τὰ προειρημένα πέπονθεν ἅπαντα· εἰκότως δὲ ὡς ἐπὶ λέοντος τὴν μὲν τῆς στρατείας προσβολὴν ὠνόμασε δίκτυα, κημὸν δὲ καὶ γαλεάγραν τὰ περι τεθέντα αὐτῷ δεσμά· ἐπειδὴ γὰρ τροπικῶς αὐτὸν ἐκάλεσε λέοντα, ἀκολούθως καὶ τὰ συμβάντα αὐτῷ τροπικῶς ὀνομάζει· τῷ γὰρ λέοντι καὶ τὰ δίκτυα καὶ ἡ γαλεάγρα ἁρμόττει· οὕτω ταῦτα διηγησάμενος ἐφ' ἕτερον εἶδος πάλιν μεταβαίνει παραβολῆς καί φησιν· ιʹ, ιαʹ. Ἡ μήτηρ σου ἄμπελος, ὡς ἄνθος ῥοιᾶς ἐν ὕδατι πεφυτευμένης· ὁ καρπὸς αὐ τῆς, καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. Καὶ ἐγένετο ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη ἐν τῷ μεγέθει αὑτῆς ἐν μέσῳ στελεχῶν, καὶ εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς. Ἀμπέλῳ, φησὶν, ἔοικεν ἡ μήτηρ σου, καὶ ῥοιᾷ πεφυτευμένῃ παρ' ὄχθην ὕδατος, καὶ διὰ τὴν ἐκεῖθεν ἀρδείαν τεθηλυίᾳ τε καὶ ἄνθεσι κεκοσμημένῃ καὶ πολὺν βρυούσῃ καρπόν. Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐ καλὸν τὸν καρπὸν προσηγόρευσε. ∆ιὰ δὲ τοῦ ὕδατος τὰς παντοδαπὰς τοῦ Θεοῦ ἐδήλωσε δωρεὰς, "ῥάβδον δὲ ἰσχύος" αὐτὴν τὴν βασιλείαν ἐκάλεσε. Παιδευτικὴ γὰρ ἡ ῥάβδος. Τὸ δὲ "ἐπὶ φυλὴν ἡγουμένων" προστέθεικεν, ἐπειδὴ οὐ παντὸς ἡγήσατο τοῦ Ἰσραὴλ, ἀλλὰ τῆς ἡγεμονικῆς τοῦ Ἰούδα φυλῆς. Τὸ δὲ "Εἶδε τὸ μέ γεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς," τὴν ἐκ τῆς εὐημερίας αὐτῇ προσγενομένην ἀλαζονείαν δηλοῖ. Ὅθεν ἐπάγει· ιβʹ. Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξερημώθησαν αἱ ῥάβδοι τῆς ἰσχύος αὐτῆς· πῦρ ἐξήρανεν αὐτὴν, πῦρ ἀνάλωσεν αὐτήν. Τροπικῶς ἅπαντα καὶ παραβολι κῶς, ὡς ἐπὶ ἀμπέλου καὶ ῥοιᾶς· ἄνεμον δὲ καύ σωνα τὴν τῶν πολεμίων ἐκάλεσεν ἔφοδον, πῦρ δὲ, τὴν ἐκ τῆς θείας ὀργῆς καταλαβοῦσαν αὐτοὺς τιμω ρίαν. Ἔφη δὲ ξηρανθῆναι τὰς ῥάβδους τῆς ἰσχύος, διὰ τὸ σβεσθῆναι τὴν βασιλείαν. Εἶτα πάλιν διδάσκει τὰ μετὰ τὴν τοῦ Σεδεκίου αἰχμαλωσίαν συμβησόμενα κακά. ιγʹ. Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρή μῳ, ἐν γῇ ἀνύδρῳ καὶ διψώσῃ. Μετὰ τὸν ἐμπρη σμὸν τῆς πόλεως καὶ τοῦ θείου νεὼ, τῶν ἐν