1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

33

προφητευομένων ἀλήθειαν· κηʹ. Οὐ γὰρ μὴ μηκύνωσι, φησὶν, ἔτι πάντες οἱ λόγοι μου, οὓς ἐὰν λαλήσω, ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος,

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον. βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ,

τοὺς προφητεύον τας. Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώ ποις ἀπεργάσηται (προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε· "Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν." Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις. Καὶ προφητεύσεις, φησὶ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου. (γʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν, τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὑτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι. Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους. Τὴν γὰρ προαίρεσιν τῆς ψυχῆς πνεῦμα αὑτῶν προσ ηγόρευσεν. δʹ, εʹ. Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆ ταί σου, Ἰσραήλ. Οὐκ ἔστησαν ἐν στερεώματι, καὶ οὐ συνήγαγον ποίμνιον ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐκ ἀνέστησαν ὡς ἐν πολέμῳ, οἱ λέ γοντες ὡς ἐν ἡμέρᾳ Κυρίου. Ταῦτα δὲ ὁ Σύμ μαχος σαφέστερον ἡρμήνευσεν· "Ὡς ἀλώπεκες ἐν 81.913 ἐρειπίοις οἱ προφῆταί σου, Ἰσραήλ· οὐκ ἀνέβητε εἰς τὰς διακοπὰς, οὐδὲ περιεφράξατε φραγμὸν περὶ τοὺς υἱοὺς Ἰσραὴλ, ὑπὲρ τοῦ στῆναι, ὡς ἐν πολέμῳ ἐν ἡμέρᾳ Κυρίου." Ἀλώπεξι γὰρ, φησὶν, ἐοίκασιν οἱ προφῆταί σου, ὦ Ἰσραὴλ, ἐν ἐρειπίοις οἰκούσαις. Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀπο φράττουσιν ἐξόδους, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀνιέ ναι διὰ τούτων, καὶ εἰσιέναι· οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐ σεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι· ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος. ʹ, ζʹ. Βλέποντες, φησὶ, ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀνα στῆσαι λόγον. Οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίους εἰρήκατε, καὶ ἐλέγετε· Φησὶ Κύριος, Κύριος, καὶ ἐγὼ οὐκ ἐλάλησα; Τῷ ὀνόματι, φησὶ, τῷ ἐμῷ κατεχρήσασθε ψευδεῖς μαν τείας τῷ λαῷ προσφέροντες· ἐγὼ δὲ οὐδὲν ὑμῖν τού των ἐνέπνευσα. ηʹ, θʹ. ∆ιὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας τὰ ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Τὸν μὲν ἐμὸν, φησὶ, παι δεύσω λαόν· οὗτοι δὲ πανωλεθρίᾳ παραδοθήσονται, καὶ ἀνάγραπτον τὴν μνήμην οὐχ ἕξουσιν, οὐδὲ συναριθμηθήσονται τῷ λαῷ μου. Καὶ τὴν αἰτίαν δεικνὺς, ιʹ. Ἀνθ' ὧν, φησὶν, ἐπλάνησαν τὸν λαόν μου, λέγοντες· Εἰρήνη, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη. Ἐγὼ μὲν γὰρ τῷ λαῷ πόλεμον, καὶ σφα γὴν, καὶ αἰχμαλωσίαν προηγόρευον, τῇ ἀπειλῇ τῶν κακῶν σωφρονίσαι βουλόμενος· οὗτοι δὲ τἀναντία μοι δρῶντες, εἰρήνην αὐτοῖς ἐπηγγέλλοντο μά την. Καὶ αὐτὸς, φησὶν, οἰκοδομεῖ τοῖχον, ὡς στε ρεὸν, καὶ αὐτοὶ ἐπαλείφουσιν αὐτόν. Εἰ πε σεῖται; (ιαʹ.) Εἰπὲ πρὸς τοὺς ἀλείφοντας αὐ τὸν, Πεσεῖται. Ὁ μὲν γὰρ, φησὶ, λαὸς οἰκοδομεῖ τοῖχον σαθρὸν, διὰ τῆς πονηρίας καὶ ἀσεβείας· οὗ τοι δὲ τὰς χρηστὰς προῤῥήσεις, καὶ τὰς ἀγαθὰς ὑποσχέσεις, οἷόν τινα ἀλοιφὴν καὶ χρίσμα τῷ τοίχῳ προσφέρουσι, δέον καταλύειν τὴν σφαλερὰν οἰκοδο μίαν, καὶ παρασκευάζειν στερεὰν αὐτὴν γενέσθαι. Ἐπαλείφοντες δὲ τοῖχον, ἐνόμιζον αὐτὸν ἀσφαλῆ διὰ τῆς ἀλοιφῆς ἀπεργάζεσθαι. Εἰπὲ τοίνυν αὐτοῖς ὅτι πεσεῖται καὶ