1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

87

καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύ ονταί σοι. Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ. Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ· ∆αιδὰν δὲ τῆς 81.1084 Ἰδουμαίας πόλιν, ὡς καὶ ἤδη προειρήκαμεν. Οὕτω γὰρ καὶ παρὰ τῷ Ἱερεμίᾳ, καὶ παρ' αὐτῷ τῷ Ἰεζεκιὴλ ἐν τῇ κατὰ τῆς Ἰδουμαίας ὁράσει εὑρήκαμεν τὴν Θαιμὰν τῇ ∆αιδὰν συνημένην· Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατα σκευάζουσαν. κβʹ. Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λί θων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατ άγουσι· πρωτότοκος δὲ τοῦ Χὰμ ὁ Χούζ. Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη· δηλοῖ δὲ καὶ τὰ ἐκεῖ θεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύ σματα. κγʹ. Χαῤῥὰν, καὶ Χαλὰν, καὶ ∆αιδὰν, οὗτοι ἔμποροί σου. Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ ἡ Χα λάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Τὸ δὲ ∆αιδὰν πολλά κις ἡρμηνεύσαμεν. Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου· (κδʹ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά· ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυ ροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπα ρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἡ ἐμπορία σου. - Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει· εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα· Ἀσσοὺρ δὲ τὸν Ἀσσύριον· Χαρμὰν δὲ τὴν λεγομένην Καρ μαήνην. Τὸ δὲ, "Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκιν θον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μα γώζοις συγκειμένους," ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· "Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικι λίας, καὶ ἐν μαγώζοις συγκειμένοις." Τὸ δὲ "ἐν μα γώζοις" ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει· σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν· οὕτω γὰρ καὶ ὁ Σύρος νοήσας ἡρμήνευσεν· ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποι κίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι. κεʹ. Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου. Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσα κτον. Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρ δίαις θαλασσῶν. (κʹ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. Ὁ κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας. Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο. "Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπη 81.1085 μένος." Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐ ημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν δι δάξω. Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης." Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν· ἐπειδὴ ὁ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον. Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβω μεν, ὅτι· Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβού λους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται· τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· "Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν." Προστίθησι δὲ, ὅτι τῆς πολιορ κίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν δι άγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται· ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν κατα λήψονται· καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ' αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖ θεν ἐκματτόμενοι κόνιν· γυμνώσουσι δὲ τὰς κεφα λὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέ σουσιν. Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆ νον. "Τίς ὥσπερ Τύρος κατασιγηθεῖσα ἐν μέσῳ τῆς