1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

102

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. αʹ, βʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ

μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ· Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δρά κων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες αὐτοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου. Καὶ τούτου πάλιν τὴν ἀλαζονείαν κατηγορεῖ καὶ τύφον, καὶ λέγει αὐτὸν ἐζηλωκέναι τοῦ ἐν τῇ θαλάσσῃ δρά κοντος τὴν ὑπερηφανίαν. Ἐδιδάχθημεν δὲ τοῦτον εἶναι τὸν διάβολον, τὸν πάλαι ποτὲ τῶν ἐθνῶν πικρῷ 81.1132 καὶ ἁλμυρῷ ἐνδιαιτηθέντα φρονήματι. Φησὶ δὲ καὶ ὁ Ἡσαΐας ἐπάξειν τὸν Θεὸν τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· λέγει δὲ αὐτὸν ἐπιχειρῆσαι καὶ λέοντι ὁμοιωθῆναι· λέοντα δὲ τῶν ἐθνῶν βασιλεύοντα τὸν Κύριον μεμαθήκαμεν· "Ἀνα κλιθεὶς γὰρ, φησὶν, ἀνεπαύσατο, ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; Λέγει τοίνυν· Ὅτι ἐπει ράθης ὁμοιωθῆναι τῷ τῶν ἐθνῶν λέοντι, παραπλη σίως τῷ δράκοντι τῷ ἐν τῇ θαλάσσῃ, καὶ ἀλαζονικὸν κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἀνεδέξω φρόνημα, θαῤῥῶν τῷ ποταμῷ καὶ ταῖς τούτου διώρυξιν, ὡς μὴ δεόμε νος μὴ νέφων, μηδὲ ὑετοῦ, μηδὲ τῆς ἄνωθεν προ νοίας καὶ κηδεμονίας, ἀλλὰ τοῖς ποσὶ χρώμενος, καὶ ταράσσων τὸ ὕδωρ, καὶ ὀχετηγῶν εἰς ἀρδείαν· τούτου χάριν, φησί· γʹ. Περιβαλῶ ἐπὶ σὲ δίκτυά μου ἐν ἐκκλησίᾳ λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου. Ἁρμοδίως καὶ μάλα προσφόρως τῷ ποταμῷ ἀγκίστρου καὶ δικτύων ἐμνημόνευσεν· ἡρμήνευσε δὲ καὶ ταῦτα εἰρηκώς· "Ἐν ἐκκλησίᾳ λαῶν πολλῶν." Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος. δʹ-ʹ. Καὶ ἐκτενῶ σε, φησὶν, ἐπὶ τὴν γῆν, καὶ πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω ἐκ μέσου σου πάντα τὰ θηρία τῆς γῆς. Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου τὰ πεδία. Καὶ ποτισθή σεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἐπὶ τῶν ὀρέων, καὶ φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. Ὅταν, φησὶν, ὑπὸ τῶν πολεμίων ἀγρευθῇς καὶ ἀναιρεθῇς, ἄταφος μενεῖς, καὶ ἐμπλήσεις τὰς τῶν θηρίων καὶ τὰς τῶν ὀρνέων γαστέρας· οἱ δὲ τοῦ αἵματος ὀχετοὶ, καὶ τῆς σηπεδόνος οἱ ἰχῶρες, τούτους γὰρ ἐκάλεσε προχωρήματα, καὶ τὰ πεδία, καὶ τὰ ὄρη πληρώσει. ζʹ, ηʹ. Καὶ κατακαλύψω τὸν οὐρανὸν ἐν τῷ σβεσθῆναί σε, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ· ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φανῇ τὸ φῶς αὑτῆς. Πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ συσκοτάσω ἐπὶ σοὶ, καὶ δώσω σκό τος ἐπὶ τὴν γῆν σου, λέγει Ἀδωναῒ Κύριος. Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει· οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι· καὶ τοῦτο διδάσκων ἔφη· "Καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου·" οὐκ ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ δέ τις λέγει, καὶ σκότος τῷ ὄντι ἐν τῇ Αἰγύπτῳ γεγε νῆσθαι κατὰ τὸν πολέμου καιρὸν, τοῦ Θεοῦ δεικνύν τος, ὡς αὐτὸς τοῖς Βαβυλωνίοις εἰς τιμωρίαν τῶν Αἰγυπτίων ἐχρήσατο, τῆς εὐσεβοῦς διανοίας οὐχ ἁμαρτήσεται. 81.1133 θʹ, ιʹ. Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως. Καὶ στυγνάσει ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκ στήσονται, ἐν τῷ ἐκσπάσαι με ῥομφαίαν μου κατὰ πρόσωπον αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὑτῶν ἀφ' ἡμέρας πτώσεώς σου. Τῆς αἰχμαλωσίας σου, φησὶ, γινομένης, οἱ μὲν τῆς προ τέρας σου μεμνημένοι θρασύτητος ἀνηλεεῖς περὶ σὲ φανήσονται· οἱ δὲ θρηνήσουσι, καὶ ἀνιαθήσονται, ἐκ τῶν συμβεβηκότων σοὶ τὰ καταληψόμενα αὐτοὺς κακὰ τεκμαιρόμενοι. Εἶτα διδάσκει, ὡς ἥξει μὲν τῶν Βαβυλωνίων ἡ στρατεία ἔχουσα προμάχους ἀριστέας τινάς· τούτους γὰρ ἐκάλεσε γίγαντας. Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰσ πράξονται· ταύτην γὰρ ἐκάλεσεν ὕβριν· ὑβριστὴς γὰρ ὁ ἀλαζών. Λέγει δὲ, ὅτι τὴν μὲν