1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

99

ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρ δείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε. Καὶ ἐπιμένων τῇ τροπῇ, ηʹ. Κυπαρίσσῳ, φησὶν, οὐχ ὑπερῆραν αὐτὸν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περι φανέστερος ἐκείνου ἐγένετο· παράδεισον γὰρ ἐν ταῦθα τὴν οἰκουμένην ἐκάλεσε· τροπικῶς γὰρ τέως ἅπαντα λέγει. "Καὶ πίτυες, φησὶν, οὐχ ὅμοιαι τοῖς κλάδοις αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ." Οὐ μόνον δὲ αὐτὸς, φησὶ, περιφανέστερος τῶν ἄλλων ἐγένετο βασιλέων, ἀλλὰ καὶ οἱ τούτου κλάδοι καὶ παραφυάδες, πολλῷ τῷ μέτρῳ νενικήκασι, καὶ τῷ ὕψει, καὶ τῇ πυκνό τητι, τοὺς τῶν ἄλλων ἐθνῶν βασιλέας. Πίτυς δὲ καὶ ἐλάτας τροπικῶς ἐκάλεσε τοὺς ἐλαττόνων ἐθνῶν βα σιλέας, οἷς τοὺς σατράπας ἐπέστησεν, οἳ ὑπακούειν τούτους ἠνάγκαζον. Λέγει τοίνυν, ὅτι τῶν μὲν μεγί στων βασιλέων μείζων ἐγένετο· τῶν δὲ ἐλαττόνων οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες δυνα τώτεροι γεγένηνται καὶ περιφανέστεροι. Εἶτα συν τόμως· Πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ, (θʹ.) διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ. -Κάλλος δὲ τὸ ὁρώ μενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας· λέγει τοίνυν, ὅτι οὐδεὶς ἐξισώθη αὐτῷ τῶν τηνικάδε τῆς γῆς βεβασιλευκότων· προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις. "Ἐζή λωσε γὰρ αὐτὸν, φησὶ, πάντα τὰ ξύλα τῆς τρυ φῆς τοῦ παραδείσου τοῦ Θεοῦ." Εἶτα τὸν τῆς ψυχῆς αὐτοῦ τῦφον παραγυμνοῖ· ιʹ, ιαʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφε λῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν. Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἠρκέσθη τῇ κατὰ τῶν ἀνθρώπων ἡγεμονίᾳ, ἀλλὰ καὶ κατ' ἐμοῦ τῇ ἀλαζονείᾳ ἐχρήσατο, "παρέδωκα αὐτὸν, φησὶν, εἰς χεῖρας ἄρχοντος ἐθνῶν." Λέγει δὲ τὸν Κῦρον· οὗτος γὰρ μητρόθεν μὲν Μῆδος, πατρόθεν δὲ Πέρσης 81.1124 ὑπάρχων, καὶ ἐκ δύο ἐθνῶν ὁρμώμενος, τὴν τῶν Ἀσ συρίων καὶ Βαβυλωνίων κατέλυσε βασιλείαν. "Καὶ ἐποίησε, φησὶν, τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέ βειαν αὐτοῦ·" Ἄξια γὰρ, φησὶν, ὑπέμεινεν ὧν ἠνό μησε. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, ταῦτα τῷ Να βουχοδονόσορ συνέβη, τοσαύτην ὠμότητα καὶ ἀλαζο νείαν σὺν ἀσεβείᾳ νενοσηκότι. Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀν θρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέ μιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρ χων περιφανέστερος (παράδεισον γὰρ τρυφῆς, καὶ τὰ ἐν τούτῳ ξύλα, κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύνα μιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε. Τοῦτο δὲ καὶ ὁ μακάριος αἰνίττεται Παῦλος, "Μὴ νεόφυτον, λέ γων, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβό λου." Οὐκ εἰδὼς γὰρ εἰς δέον χρήσασθαι τῇ τιμῇ παραπλήσια πείσεται τῷ διαβόλῳ, ὃς ἀφορμὴν ἀλα ζονείας καὶ τύφου τὴν δοθεῖσαν αὐτῷ τιμὴν ἐποιήσατο. Τοῦτον λέγει "παραδοθήσεσθαι ἄρχοντι ἐθνῶν." Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ∆εσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί· "Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν;" Καὶ ὁ μακάριος Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ταῦτα καὶ Ἡσαΐας βοᾷ· "Ἔσται γὰρ, φησὶν, ἡ ῥίζατοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." Καὶ ὁ Πατὴρ πρὸς αὐτόν· "∆έδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Καὶ ὁ αὐτὸς δὲ προφήτης πάλιν πρὸς αὐτόν· "Ἐκοπίασεν Αἴγυπτος,