1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

7

καὶ πόῤῥωθεν τὰ ἐσόμενα προορῶσα. ∆ιδάσκει τοίνυν διὰ τῶν εἰρη μένων, ὅτι πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, μετὰ τῶν οἰκείων ἡγεμόνων, τῷ παμβασιλεῖ τῶν ὅλων ὑπόκει ται, καὶ ὅτι τοσούτοις χαρίσμασι τὸ ἀνθρώπινον κατεκόσμησε γένος. ιαʹ. Καὶ αἱ πτέρυγες, φησὶν, ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώμα τος αὐτῶν. ∆ηλοῖ δὲ διὰ τούτων, ὡς οὐδὲ ταῖς θείαις δυνάμεσι πάντα καταληπτὰ, ἀλλὰ τὰ μὲν δῆλα, τὰ δὲ κεκρυμμένα· καὶ ὅτι τοὺς κειμένους οὐχ ὑπερβαί νουσιν ὅρους· ἀλλὰ τὰς μὲν δύο πτέρυγας ἐκτείνουσι, τῇ δεδωρημένῃ ἐντρυφῶντες θεωρίᾳ· ταῖς δὲ δύο τὸ σῶμα συγκαλύπτουσι, στέργοντες τῶν κεκρυμμένων τὴν ἄγνοιαν, καὶ οὐ φιλονεικοῦντες μαθεῖν, ἃ μὴ θέμις μαθεῖν. βʹ. Καὶ ἕκαστον κατὰ πρόσωπον αὑτῶν ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα ἐπορεύοντο, 81.828 καὶ οὐκ ἐπέστρεφον. Τὴν ἐν ἅπασιν εὐπείθειαν τῶν ἀοράτων δυνάμεων σημαίνει, καὶ ὅτι τὴν τεταγμέ νην ὁδὸν οὐ κατελίμπανον. Ταυτὸ δὲ τοῦτο καὶ ὁ θεῖος ∆αβὶδ διδάσκει, λέγων· "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ." ιγʹ, ιδʹ. Καὶ ἐν μέσῳ τῶν ζώων, ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστρα πή. Καὶ τὰ ζῶα ἔτρεχον, καὶ ἀνέκαμπτον, ὡς εἶδος τοῦ βεζέκ. Τοῦτο δὲ ὁ Σύμμαχος ἡρμήνευσεν, "ὡς εἶδος ἀκτῖνος ἀστραπῆς." Φοβερὰ ἡ θεωρία, καὶ φρίκης μεστὴ, καὶ τιμωρίας ἀπειλὴν προσημαίνουσα· οἱ γὰρ τοῦ πυρὸς ἄνθρακες, καὶ αἱ συστρεφόμεναι λαμπάδες, καὶ ἡ ἐκεῖθεν ἀφιεμένη ἀστραπὴ, καὶ ὁ τῇδε κἀκεῖσε τῶν ζώων δρόμος, καὶ ἐκ τῶν δρόμων ἐκπεμπομένη αἴγλη, τῶν ἐσομένων κακῶν ὑπάρχει δηλωτικά· ἐν γὰρ τιμωρίαις τοῦτο καὶ ὁ μακάριος τάττει ∆αβὶδ, νῦν μὲν λέγων, "Χάλαζα καὶ ἄν θρακες πυρός·" νῦν δὲ, "Πεσοῦνται ἐπ' αὐτοὺς ἄν θρακες πυρός·" ἑτέρωθι δὲ, "Ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς·" καὶ ἀλλαχοῦ, "Ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς." ιεʹ, ι ϛʹ. Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι. Καὶ τὸ εἶδος τῶν τροχῶν, καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος Θαρσεῖς. Κατὰ δὲ τὸν Σύμμαχον, "ὡς ὅρασις ὑακίνθου." -"Καὶ ὁμοίωμα ἐν τοῖς τέσ σαρσι, καὶ ἡ ὅρασις αὐτῶν, καὶ τὸ ἔργον αὐτῶν ἕν." Ἐν ἑκάστῳ τῶν ζώων ἕνα τροχὸν ἑπόμενον ἐθεώρει εἶδος ὑακίνθου ἔχοντα· οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ' ἀκριβῶς ἀλλήλοις ἐοι κέναι τοὺς τέσσαρας. Ἡ ὅρασις γὰρ αὐτῶν, φησὶ, καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. ιζʹ, ιηʹ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύ οντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐ τοὺς, οὐδὲ οἱ νῶτοι αὐτῶν. Καὶ ὕψος ἦν αὐ τοῖς, καὶ φοβεροὶ ἦσαν. Ὥσπερ τὰ ζῶα τετρα πρόσωπα λέγει, τὴν πάντοσε διήκουσαν ἐποψίαν τοῦ Θεοῦ διὰ τούτων τοῦ λόγου παραδηλοῦντος· οὕτως καὶ τῶν τροχῶν ἑρμηνεύει τὸ εἶδος, ὡς ἂν εἴη, φησὶ, τροχὸς ἐν τροχῷ· τοῦτο δ' ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ 81.829 ἑτέρῳ σταυροειδῶς ἐνείρας· τὸ γὰρ τοιοῦτον σχῆμα, καὶ ἐπὶ τῆς αὐτῆς κείμενον ἕδρας, τὴν ἐπὶ τὰ τέσ σαρα μέρη κίνησιν ἐπιδέχεται, ἑῷον, φημὶ, καὶ τὸ ἑσπέριον, τό τε βόρειον καὶ τὸ νότιον. Τοῦτο τοίνυν ὁ μακάριος προφήτης φησὶ, Καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτούς· τὸ γὰρ τοιοῦτον σχῆμα οὐ δεῖται μεταστροφῆς· εἰς ἕκαστον γὰρ τῶν κλιμάτων ἀπὸ τῆς αὐτῆς ἕδρας κινούμενον ῥᾳδίως ὁρμᾷ. Καὶ τοῦτο δὲ ὡσαύτως τὴν πανταχοῦ τοῦ Θεοῦ παρουσίαν σημαίνει, παχύτερον καὶ σωμα τικώτερον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν τούτων θεωρηθέντων· "Καὶ ἴδον αὐτοὺς, καὶ ἰδοὺ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι." ιθʹ-καʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύ οντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ὥρμα τὸ πνεῦμα τοῦ πορεύε σθαι·