1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

4

81.817 Σκοπήσας οὖν, ὡς ἔτεσιν ἑβδομήκοντα τὴν αἰχμαλω σίαν Ἰούδα περιώρισεν ὁ φιλάνθρωπος ∆εσπότης, καὶ ὅτι τεσσαράκοντα τοῖς ἑβδομήκοντα ὑπολέλειπται ἔτη, συνεῖδον ὅτι τὸ τριακοστὸν ἔτος ὁ προφήτης τῆς αἰχμαλωσίας εἶναί φησιν. Ἀναποδίζων δὲ, καὶ τὸν χρόνον ἀναζητῶν, εὑρίσκω τὴν αἰχμαλωσίαν οὐ πρὸ τριάκοντα γεγενημένην ἐτῶν, ἀλλὰ πρὸ τριῶν καὶ δέκα ἐτῶν. Ἀλλ' ἀγαθὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεὸς, ἐκ τῆς οἰκείας ἀποφάσεως, οὐκ ἐκ τῆς τῶν πρα γμάτων ἐκβάσεως, τὸν τῆς παιδείας χρόνον εἴωθεν ἀριθμεῖν. Οὕτω καὶ ἐπὶ τοῦ πατριάρχου πεποίηκεν Ἀβραάμ. Εἰρηκὼς γὰρ, ὅτι "Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν αὐτὸ ἔτη τετρακόσια, οὐκ εἴασεν παρ' Αἰγυπτίοις τοῦτον ἅπαντα διατελέσαι τὸν χρό νον, ἀλλ' ἐκ τῆς ἀποφάσεως ἀριθμεῖ τὸν τῶν τετρα κοσίων ἐτῶν ἀριθμόν· καὶ ἐπὶ τοῦ Νῶε δὲ εἴκοσι καὶ ἑκατὸν ἐνιαυτῶν προθεσμίαν εἰς μεταμέλειαν δεδωκὼς, τῆς παρανομίας τὴν ἐπίδοσιν θεασάμενος, οὐκ ἀνέμεινε τὸ τῆς ἀποφάσεως τέλος, ἵνα παύσῃ τῆς ἁμαρτίας τὸν δρόμον. Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι. Κατ εψηφίσατο δὲ ὁ Θεὸς Ἰουδαίων αἰχμαλωσίαν καὶ δουλείαν ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασι λείας. Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰου δαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀνα γνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικ νεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων· ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν· "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, πάντας τοὺς λόγους τοῦ βιβλίου οὗ ἀνέγνω ὁ βασιλεὺς Ἰούδα· ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίασαν θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὑτῶν· καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται· πρὸς δὲ τὸν βασιλέα Ἰούδα, τὸν καὶ ἀποστείλαντα ὑμᾶς τοῦ ἐκζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε πρὸς αὐτόν· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἀνθ' ὧν ἤκουσας τοὺςλόγους μου, καὶ μετεμελήθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλά λησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦν 81.820 τας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος· οὐχ οὕτως; Ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ ἐπαχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοι κοῦντας αὐτόν." Ταῦτα δὲ καὶ ἡ τῶν Παραλειπομέ νων βίβλος διδάσκει. Ἐπράχθη δὲ ταῦτα καὶ ἐῤῥέθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου· ἓν δὲ καὶ τριάκοντα ἐβασίλευσεν ἔτη. Ἀπὸ τοίνυν τοῦ ὀκτωκαιδεκάτου ἕως τοῦ τριακοστοῦ πρώτου γίνονται ἔτη τεσσαρακαίδεκα· μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν· εἶτα τοῦ Ἰωακεὶμ ἕνδεκα τοῖς προτέροις συνάψαντες ἔτεσιν, εὑρήσομεν πέντε καὶ εἴκοσι. Τοὺς δὲ τρεῖς μῆνας τοῦ Ἰεχονίου καὶ τὰς ὀλίγας ἡμέρας, πάλιν ἀντὶ τῶν ὑπολοίπων μηνῶν τοῦ ὀκτωκαιδεκάτου ἔτους ἀντεισάξομεν. Τοῖς δὲ πέντε καὶ εἴκοσι τὰ πέντε τῆς αἰχμαλωσίας τοῦ Ἰεχονίου προστεθεικότες τὸν τῶν τριάκοντα ἐτῶν εὑρήσομεν ἀριθμόν· οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησό μεθα. Ἀπὸ γὰρ τοῦ ὀκτωκαιδεκάτου τῆς Ἰωσίου βασιλείας μέχρι πρώτου Κύρου τῶν Περσῶν βασι λέως, ἐφ' οὗ ἡ πρώτη ἀνάκλησις γέγονεν, ὁ