1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

135

καὶ τὰς ἀπαρχὰς αὐτοῖς εἰς ἀπόλαυσιν δίδωμι, καὶ τὰ ἀπὸ τῶν θυσιῶν ἀφοριζόμενα πάλιν αὐτοῖς ἀπένειμα. Ἐγὼ γὰρ ἀνεν δεής.

ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ. Κελεύει δὲ καὶ γῆν τινα ἀφορισθῆναι προάστειον τοῖς ἱερεῦσι· ἀπὸ μὲν

ἀνίσχοντος ἡλίου πρὸς ἑσπέ ραν, δέκα χιλιάδας πήχεων· ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας. ∆ιὸ ἐπήγαγεν· 81.1237 θʹ. Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῖ Ἰσ-ραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀποῤῥίψατε, καὶ κρῖμα καὶ δικαιοσύνην ποιήσατε, καὶ ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ, λέγει Ἀδωναῒ Κύριος. Εἶτα περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων νομοθετεῖ, καὶ λέγει καὶ ταῦτα ἰσότητι καὶ τῷ δικαίῳ τιμᾶσθαι, καὶ παρακελεύεται εἰσόδου καὶ ἐξόδου ἓν εἶναι μέτρον. Καὶ διδάσκει ἡμᾶς τὸν μὲν κόρον ἔχειν γομὸρ δέκα, ἕκαστον δὲ γομὸρ χοίνι κας δέκα, ὡς εἶναι τὸν κόρον χοινίκων ἑκατόν. Καὶ τὸ ὑφὶ δὲ λέγει ἰσόμετρον εἶναι τῷ χοίνικι. Καὶ τὴν μνᾶν παρακελεύεται ἔχειν σίκλους πεντήκοντα, ἕκα στον δὲ σίκλον ὀβολοὺς εἴκοσι· καὶ τὰς δέκα δὲ τοῦ ἐλαίου κοτύλας γομὸρ καλεῖ, ὅπερ ἔφη δέκατον εἶναι τοῦ κόρου. Κελεύει δὲ καὶ τὴν ἀπαρχὴν τὴν προσ φερομένην ἀπό τε πυρῶν, καὶ κριθῶν, τὸ ἕκτον ἔχειν τοῦ γομὸρ, τὸ καλούμενον παρ' ἡμῖν ἡμιμέδιμνον· τριάκοντα γὰρ μεδίμνων ὄντος τοῦ κόρου, τοῦ δὲ γομὸρ δέκατον κληθέντος τοῦ κόρου, ἀνάγκη τριῶν εἶναι μεδίμνων τὸ γομὸρ, τῶν δὲ τριῶν μεδίμνων τὸ ἕκτον ἡμιμέδιμνόν ἐστι. Προσέταξε δὲ καὶ ἀπὸ τῶν δέκα κοτυλῶν μίαν κοτύλην προσφέρεσθαι, καὶ τῶν προβάτων δὲ ὡσαύτως τὰς δεκάτας. Ταῦτα δὲ πάντα, φησὶ, δώσει ὁ λαὸς τῷ ἀφηγουμένῳ εἰς τὴν χρείαν τῶν θυσιῶν, ὡς κἀν ταῖς ἑορταῖς καὶ ταῖς νουμη νίαις, κἀν τοῖς Σάββασιν ὑπ' αὐτοῦ τὰς ἱερουργίας πληροῦσθαι, καὶ ἱλάσκεσθαι τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ. Εἶτα διδάσκει, τίνα προσήκει ποιεῖν τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς, καὶ τίνα τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ τίνα πάλιν τῷ ἑβδόμῳ μηνί. Τὴν δὲ προσφερομένην σεμίδαλιν θυσίαν καλεῖ· "Καὶ θυσίαν γὰρ, φησὶ, πέμμα τῷ μόσχῳ, καὶ πέμμα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ ἲν τῷ πέμματι." Τὸ δὲ ἲν παρὰ τῷ Σύρῳ ἡμίναν εὗρον.

ΚΕΦΑΛΑΙΟΝ Μ ςʹ. Κελεύει δὲ καὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς βλέ πουσαν ἐν ταῖς ἓξ τῆς

ἑβδομάδος ἡμέραις κεκλεῖσθαι, ἐν δὲ τῷ Σαββάτῳ διὰ πάσης ἀνοίγνυσθαι τῆς ἡμέρας. Τῶν δὲ, φησὶν, ἱερέων τὰς ὑπὲρ τοῦ ἀρχιερέως προσ φερόντων θυσίας, αὐτὸς ἐπὶ τῆς πύλης στήσεται ταύτης, καὶ τῆς θυσίας προσφερομένης, ἑστὼς ἐπὶ τοῦ προθύρου προσκυνήσει, καὶ οὕτως ἐξελεύσεται· καὶ πᾶς δὲ ὁ λαὸς πρὸ ταύτης τῆς θύρας ἑστὼς προσοίσει τῷ Θεῷ τὴν προσκύνησιν, ἕν τε τοῖς Σάβ βασι, καὶ ἐν ταῖς νουμηνίαις· τὸ δὲ ὁλοκαύτωμα τῶν Σαββάτων ὁ ἀρχιερεὺς προσοίσει. Αὐτὸν γὰρ καλεῖ ἀφηγούμενον. Λέγει δὲ καὶ τῶν ἱερέων τὸν ἀριθμόν· ὡσαύτως δὲ καὶ τίνα δεῖ ἐν ταῖς νουμηνίαις προσφέρειν διδάσκει. Τὸ δὲ μαναὰ τὴν τῆς σεμιδά λεως θυσίαν ἀποκαλεῖ· οὕτω γὰρ καὶ ὁ Σύρος ἡρ μήνευσε. Παρακελεύεται δὲ καὶ τοὺς εἰσιόντας εἰς προσκύνησιν τοῦ Θεοῦ εἰς τὴν ἐξωτέραν αὐλὴν, εἰ μὲν ἀπὸ τῆς πύλης τῆς πρὸς βοῤῥᾶν εἰσέλθοιεν, διὰ τῆς πρὸς μεσημβρίαν ὁρώσης ἐξιέναι· εἰ δὲ ἐντεῦθεν 81.1240 τὴν εἴσοδον ποιήσαιντο, διὰ τῆς ἑτέρας ποιεῖσθαι τὴν ἔξοδον, ὥστε κατὰ τάξιν αὐτοὺς εἰσιόντας καὶ ἐξιόν τας θορύβου δίχα παντὸς προσφέρειν τῷ Θεῷ τὴν προσκύνησιν· παρέστω δὲ καὶ ὁ ἀρχιερεὺς, τούτων γινομένων, ὥστε μετὰ πλείονος αἰδοῦς γενέσθαι τὴν προσκύνησιν. Καὶ παντὶ μὲν τῷ λαῷ ἐν τοῖς Σάββασι καὶ ἐν ταῖς