1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

63

εἰρημένων, ἐγὼ μὲν τοῦ λαοῦ τὴν ἀπιστίαν ἐγνώρισα τῷ ∆εσπότῃ, εἰρηκὼς, ὅτι παραβολὴν, ἀλλ' οὐκ ἀλήθειαν ὑπολαμ βάνουσιν εἶναι τὰ λεγόμενα· αὐτὸς δὲ λοιπὸν ὁ ∆εσπό της τὰ παραβολικῶς εἰρημένα σαφέστερον εἰπεῖν με προσέταξε. Φησὶ δὲ οὑτωσί·

ΚΕΦΑΛ. ΚΑʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· ∆ιὰ τοῦτο προφήτευσον, υἱὲ

ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφή τευσον περὶ τῆς γῆς τοῦ Ἰσραήλ. Ἐπειδὴ, φησὶ, παραβολὴν ἁπλῶς, καὶ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ εἰρημένα, ὑπόδειξον αὐτοῖς σαφῶς, ὅτι δρυ μὸς ὁ Ναγὲβ, τουτέστιν, ὁ μεσημβρινὸς καὶ ὁ νότιος, αὕτη ἐστὶν ἡ Ἱερουσαλήμ. γʹ. Καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον. ∆ῆλον δὲ, ὅτι ἐγχειρίδιον τὴν τιμωρίαν καλεῖ· κο λεὸν δὲ, τουτέστι, τὴν θήκην τοῦ ἐγχειριδίου, τὴν μακροθυμίαν ὀνομάζει, ἧς παυομένης γυμνὴ λοιπὸν τοῖς ἀξίοις ἐπιφέρεται ἡ τιμωρία. Καὶ τὸ δίκαιον δὲ τῆς τιμωρίας δεικνὺς, καλῶς προστέθεικε τὸ, "Ἐξ ολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον." Εἶτα διδάσκει καὶ τὰ τοῖς ἄλλοις ἔθνεσι τοῖς ἐν μέσῳ διακειμένοις κατ' ἐκεῖνο τοῦ καιροῦ συμβησόμενα. δʹ. Ἀνθ' ὧν, φησὶν, ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι. Τῶν γὰρ ἐν σοὶ, φησὶ, παρανομιῶν ἕνεκεν, οἷόν τι ἐγχειρίδιον ἀπὸ θήκης ἐκφέρων τῶν Χαλ δαίων τὴν στρατείαν, τῇ αὐτῇ παραδώσω τιμωρίᾳ καὶ τοὺς ἐν μέσῳ σοῦ τε καὶ τῶν Χαλδαίων διακειμέ νους, καὶ παρασκευάσω γνῶναι πάντας διὰ τῆς πείρας, ὡς ἐγὼ πάντων ἔχω τὴν ἐξουσίαν, καὶ τῇδε αὐτοὺς ἐνδίκως περιέβαλον τῇ συμφορᾷ. ʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν. Ἀκολουθείτω, φησὶ, τοῖς λεγομένοις καὶ ἡ παρὰ σοῦ συμπάθεια, καὶ δίδαξον αὐτοὺς δι' ὧν στένεις, ὡς ἀληθῆ τὰ λεγόμενα. ζʹ. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σέ· Ἕνεκεν τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, Ἐπὶ τὴν ἀγγε λίαν, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ παραλυθήσονται πᾶσαι χεῖρες, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, καὶ 81.1009 ἔσται, λέγει Ἀδωναῒ Κύριος. Σοῦ, φησὶ, στενά ζοντος ἀναγκαίως ἐρήσονται, μαθεῖν ἐθέλοντες τὴν τοῦ πάθους αἰτίαν· ἐρομένοις τοίνυν ἀπόκριναι, ὅτι Τὰ ἐσόμενα προθεωρῶν κακὰ, καὶ τὰς χαλεπὰς ἀγγε λίας, καὶ τὸ ἐντεῦθεν πᾶσιν ἐπιγενόμενον δέος, στένω, καὶ ὀλοφύρομαι τῶν ὁμοφύλων τὰς συμφο ράς. ηʹ-ιʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος, Εἰπὸν ῥομφαίᾳ· Ῥομφαία ὀξύνου, καὶ θυμώθητι· Ὅπως σφάξῃς σφάγια ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουθένει, ἀπόθου πᾶν ξύλον. Ῥομφαίαν πάλιν τροπικῶς τὴν τιμωρίαν καλεῖ διὰ τῶν Βαβυλωνίων, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις τοῖς ἐν μέσῳ ἔθνεσιν ἐπενεχθεῖσαν. ∆οκεῖ δέ μοι αὐτὸς παρεγγυᾷν θήγεσθαι, καὶ στιλβοῦσθαι, καὶ σφάττειν, καὶ πᾶν ξύλον πρόῤῥιζον ἀνασπᾷν, διδάσκων ὡς αὐτοῦ συγχωροῦντος ταῦτα γενήσεται, καὶ οὐ τῇ τοῦ Βαβυλωνίου δυνάμει, ἀλλὰ τῇ αὐτοῦ ἐνεργείᾳ τούτων ἕκαστον ἐπιτελεῖται. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ ∆ευτερονομίῳ ὑπ' αὐτοῦ τοῦ Θεοῦ εἰρη μένον, "Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδι κήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα." Καὶ ἐν τούτοις γὰρ μάχαιραν, καὶ βέλη, τὴν τιμωρητικὴν ἐνέργειαν προσηγόρευσε, τὰς ἀξίας δίκας παρὰ τῶν ὑπευθύνων εἰσπραττόμενος. Εἶτα ἐπάγει· ιαʹ. Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν τὴν χεῖρα αὐτῆς, ἐξηκονήθη, ῥομφαία ἐστὶν ἑτοίμη τοῦ