1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

133

ὑποσχέσεων, εἰ παραγενόμενον πρὸς αὐτοὺς τὸν ∆εσπότην ἐδέξαντο· ἐπειδὴ δὲ ἰδόντες αὐτὸν ἔφασαν πρὸς ἀλλήλους· "Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία," ἐκείνους μὲν ἐκ τοῦ 81.1232 ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος. Εἶτα παρακελεύεται τῷ προφήτῃ δεῖξαι τῷ λαῷ τοῦ νεὼ τὴν οἰκοδομίαν, ἵνα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας καὶ τῆς ἐλπίδος τῆς ἀνακλήσεως ἐντραπέντες, τοῦ πλημμελεῖν καὶ δυσ σεβεῖν παύσωνται. Οὐ μόνον δὲ σκαριφεῦσαι καὶ διαγράψαι τὴν οἰκοδομίαν τῷ λαῷ προσετάχθη, ἀλλὰ καὶ τούτου καὶ δικαιώματα καὶ τὰ νόμιμα ὑποδεῖξαι, ἵνα τῇ τούτων φυλακῇ θεραπεύσωσι τὸν ∆εσπότην. Λέγει δὲ τεθεᾶσθαι καὶ τὸ τῶν θυμιαμάτων θυσια στήριον, τὸ μὲν ὕψος δύο πήχεων, τὸ δὲ μῆκος πή χεως, ἰσόμετρον δὲ εὖρος. Λέγει καὶ δύο τεθεᾶσθαι ἱλαστήρια, οὐκ ἰσόμετρα, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον. Ἀναγκαῖον ζητῆσαι, τί δήποτε τοῦ μα καρίου Μωσέως ἓν ἱλαστήριον κατὰ τὴν θείαν ἐντολὴν πεποιηκότος, ἐνταῦθα δύο θεωρεῖ ὁ προφήτης. Ἡγοῦ μαι δὲ ὡς τὸ βραχὺ τύπος τοῦ μείζονος· τύπος γὰρ ἡ Παλαιὰ τῆς Νέας ∆ιαθήκης, καὶ τὸ ἱλαστήριον ἐκεῖνο τοῦ ἡμετέρου ἱλαστηρίου· Χριστὸς δέ ἐστι τὸ ἡμέτερον ἱλαστήριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, "Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ." Λέγει δὲ καὶ με ταξὺ τῶν δύο ἱλαστηρίων πήχεις εἶναι τέσσαρας, τοῖς θείοις Εὐαγγελίοις ἰσαρίθμους· μεταξὺ γὰρ τοῦ νό μου καὶ τῶν ἐλπιζομένων ἀγαθῶν, τῶν Εὐαγγελίων ἡ χάρις τοῖς ἀνθρώποις ἐδόθη. ιʹ. Καὶ τὸ Ἀριὴλ, φησὶ, πηχῶν δώδεκα τὸ μῆ κος καὶ τὸ πλάτος ἰσόμετρον. Τὸ δὲ Ἀριὴλ σημαίνει τῇ Ἑβραίων φωνῇ ὄρος Θεοῦ, ἢ κατ' ἄλλην ἑρμηνείαν, φῶς Θεοῦ· καλεῖ δὲ οὕτως, ὡς ἡγοῦμαι, τοῦ ἱλαστηρίου τὴν βάσιν. Συμβαίνει δὲ καὶ οὗτος τῶν πήχεων ὁ ἀριθμὸς τοῖς ἱεροῖς ἀποστό λοις, οἳ βάσεις καὶ ἐπιβάσεις τῆς θείας ἐγένοντο χάριτος, καὶ τῆς Ἐκκλησίας ὑποβάθρα καὶ κρηπίς· "Σὺ γὰρ εἶ Πέτρος, φησὶ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν," ὁ Κύριος ἔφη. Καὶ πάλιν· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Αὐτὸ δὲ τὸ ἱλαστήριον δύο πήχεσι λέγει μεῖζον εἶναι τοῦ Ἀριὴλ, καὶ κατὰ τὸ μῆκος, καὶ κατὰ τὸ εὖρος· οὐ γὰρ μόνῃ τῇ θεότητι, ἀλλὰ καὶ τῇ προσληφθείσῃ ἀνθρωπότητι, ἀπείρῳ τῷ μέτρῳ μείζων ὁ ∆εσπότης τῶν δούλων. Εἶτα παρακελεύεται τῷ προφήτῃ ὁ τῶν ὅλων Θεὸς, τοὺς περὶ τῶν θυσιῶν νόμους διδάξαι τοὺς ἱερέας, καὶ ὅπως δεῖ τὸν περὶ τῆς ἁμαρτίας μόσχον καὶ προσαγαγεῖν, καὶ θῦσαι, καὶ ἔνθα προσήκει καταπαῦσαι, καὶ ὅπως δεῖ περιῤῥᾶναι τοῦ τε θυσια στηρίου τὰ κέρατα, καὶ τοῦ ἱλαστηρίου τὰς γωνίας· εἶτα τοὺς περὶ ἁμαρτίας ἐρίφους μώμου παντὸς ἐλευ θέρους ὄντας προσαγαγεῖν· καὶ πάλιν ὡσαύτως τῷ αἵματι περιῤῥᾶναι τὸ θυσιαστήριον. Οὕτω δὲ, φησὶ, 81.1233 τούτων γινομένων, καὶ τοῦ ὑπὲρ τῆς ἁμαρτίας ἱλα σμοῦ πληρωθέντος, προσοίσουσι μόσχον καὶ πρόβα τον, μώμου καὶ αὐτὰ ἀπηλλαγμένα, καὶ μετὰ ἁλῶν τὴν θυσίαν ἐπιτελέσουσιν. Μήνυμα δὲ οἱ ἅλες λο γισμοῦ, καὶ διακρίσεως, καὶ φρονήματος εὐσεβοῦς· οὐχ ἁπλῶς γὰρ, οὔτε ὡς ἔθει δουλεύοντες, ταῦτα ποιήσουσιν, ἀλλὰ μετά τινος λόγου καὶ σκοποῦ εὐ σεβεῖν προαιρουμένου. Ποιήσουσι δὲ, φησὶν, ἑπτὰ ἡμέρας τὰς τοιάσδε θυσίας· ἀπὸ δὲ τῆς ὀγδόης καὶ ἐπέκεινα, τοιάσδε θυσίας, ἵνα μὴ καθ' ἕκαστον διεξίω.

ΚΕΦΑΛΑΙΟΝ Μ∆ʹ. Ὑπέδειξε δέ μοι καὶ τὴν πύλην, τὴν πρὸς ἀνατολὰς τετραμμένην,

κεκλεισμένην, καὶ παρηγγύησε δι ηνεκῶς ταύτην κεκλεῖσθαι, καὶ ἀπονεμηθῆναι αὐτῷ τῷ τῶν ὅλων ∆εσπότῃ· οὐκ ἐπειδὴ θύρας ἔχρῃζεν εἰσ ιέναι βουλόμενος ὁ πανταχοῦ παρὼν καὶ τοῖς πᾶσι παριστάμενος. Πῶς γὰρ ἂν καὶ εἰσῆλθε ταύτης κε κλεισμένης, εἴπερ εἰσιέναι διὰ θυρῶν ἐπεφύκει; Ἀλλὰ ταῖς ἀσθενεστέραις συγκατιὼν