1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

95

ἀκο λουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμή θειαν ἐπιζητεῖν· μαθήσονται γάρ μου τὴν δεσπο τείαν. 81.1109 ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λό γος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, Να βουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδου λώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δου λείᾳ ᾗ ἐδούλευσεν ἐπ' αὐτῇ. Ἐκεῖνα τῷ δε κάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, ἢ τῷ δωδεκάτῳ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει, καὶ ὁ Σύρος· ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι' ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέ σθαι, καὶ πάντα ὦμον μαδῶντα. Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλά κις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα. Ὑπισχνεῖται δὲ τῷ Ναβουχο δονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημέ νων· οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλή ματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται. "∆ύο γὰρ, φησὶ, στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται παρεκτὸς τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." Οὐδὲν γὰρ αὐτὸν λέληθε τῶν γιγνομένων· ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν. ∆εῖξαι τοίνυν βουλόμενος, ὡς αὐτοῦ συγχωρήσαντος ταύτην ἔλαβεν ὁ Ναβουχοδονόσορ τὴν δύναμιν, ὑπισχνεῖται καὶ μισθὸν αὐτῷ δώσειν ὑπὲρ τῆς Τυρίων πολιορκίας τῶν Αἰγυπτίων τὴν δούλωσιν. ιθʹ, κʹ. Τάδε, λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐ τῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προ νομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται ὁ μι σθὸς τῇ δυνάμει αὐτοῦ. Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο. Πά λιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν· Τάδε λέγει Ἀδωναῒ Κύριος· (καʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν· τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς 81.1112 μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν. Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον· ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· "Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν·" διὰ γὰρ τοῦ Ἰεζε κιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν.

ΚΕΦΑΛΑΙΟΝ Μʹ. αʹ-γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου,

προφήτευσον καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὀλολύξατε, ὢ ὢ ἡἡμέρα. Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται. ∆ιὰ πάντων τῶν εἰρημένων δεδίττεται, θρηνεῖν καὶ ὀδύρεσθαι παρακελευόμενος. Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν· νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος· καιρὸν δὲ ἐθνῶν ἐκάλεσε τὴν τοῖς ἔθνεσιν ἐπιφερομένην