1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

118

ὑμετέρας σωτηρίας τῆς ἐμῆς 81.1184 δεικνυμένης δυνάμεως. Μαθόντες γὰρ, πῶς μου μέγα τὸ ὄνομα, καὶ ἀρκοῦν εἰς τὴν τῶν οἰκειουμέ νων ἐπικουρίαν, δοξάσουσί μου τὴν δεσποτείαν καὶ ὑμνήσουσι. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλ μοὺς αὐτῶν. (κδʹ.) Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γενεῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. Τοῦτο πᾶσι τοῖς ἐπανελθοῦσιν ἁρμόττει· οἱ γὰρ ἐπανελθεῖν βου ληθέντες ἔτυχον τῆς ἐπανόδου· τὰ δὲ ἐπαγόμενα οὐκ ἔτι πᾶσιν, ἀλλὰ μόνοις τοῖς τῷ εὐαγγελικῷ κηρύ γματι πιστεῦσαι προελομένοις. Φησὶ γάρ· κεʹ. Καὶ ῥανῶ εἰς ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθα ριῶ ὑμᾶς. -Ὕδωρ δὲ καθαρὸν τὸ τῆς παλιγγε νεσίας ὠνόμασεν ὕδωρ, ἐν ᾧ βαπτισθέντες τὴν ἄφ εσιν τῶν ἁμαρτημάτων ἐλάβομεν. Καὶ τὰ ἐπιφερό μενα δὲ βεβαιοῖ τὰ εἰρημένα. κʹ. Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν. ∆ιὰ τούτων τὴν τοῦ φρονήματος ἐναλλαγὴν ἐσήμανεν· ἐπὶ γὰρ τὰ ἀμείνω, φησὶ, ῥέψει ὑμῶν ἡ καρδία, οὐκέτι κατὰ τὴν προτέραν συνήθειαν τὴν ἐπὶ τὰ χείρω ῥοπὴν ἔχουσα· τὸ δὲ δώσω, οὐδαμῶς τῷ αὐτεξουσίῳ λυμαίνεται· λό γοις γὰρ, καὶ ἔργοις, καὶ τοῖς μυρίοις χρησάμενος θαύμασιν, οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντα τὰ ἔθνη τῇ εὐσεβείᾳ προσελθεῖν ἔπεισεν, οὐκ ἠνάγκα σεν· ἀλλ' ὅμως καὶ μὴ ἀναγκάσας, ἀλλὰ πείσας, αὐτὸς λέγει δεδωκέναι ταῖς ψυχαῖς τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν, ὡς αὐτὸς αἴτιος τούτου, δι' ὧν εἶπέ τε καὶ ἔδρασε, γεγονώς. Καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. (κζʹ.) Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. Οὐδὲ ταῦτα πρὸ τῆς τοῦ ∆εσπότου Χριστοῦ παρουσίας ἐγένετο· τρεῖς γὰρ μόνον μετὰ τὴν ἐπάνοδον κατὰ ταυτὸν ἐσχηκότες προφήτας, Ἀγγαῖον, καὶ Ζαχα ρίαν, καὶ Μαλαχίαν, μετ' αὐτοὺς εὐθὺς τῆς προ φητικῆς ἐγυμνώθησαν χάριτος· μετὰ δὲ τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπεφοίτησεν ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον, ἐχορηγήθη δὲ δι' ἐκείνων ἡ χάρις, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς τῶν ἐθνῶν προσελθοῦσι τῇ πίστει. Λιθίνην δὲ καρδίαν καλεῖ τὴν ἀντίτυπόν τε καὶ ἀπειθῆ, σαρκίνην δὲ τὴν εὐπειθῆ τε καὶ εὐήκοον, καὶ τῶν θείων γραμ μάτων δέξασθαι δυναμένην τοὺς τύπους. "Καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάσσησθε, καὶ ποιῆτε αὐτά." Τοῦτο δὲ τῆς τοῦ Πνεύματος χάριτος ἴδιον· αὐτὴ γὰρ συνεργοῦσα τῷ ἡμετέρῳ αὐτεξουσίῳ κατορθοῦ σθαι παρασκευάζει τὰ εἰρημένα. 81.1185 κηʹ. Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν. Πάλιν ἐπὶ τὸ κοινὸν μετάγει τὸν λόγον, καὶ ἀπὸ τῶν πνευματικῶν ἐπὶ τὰ σωματικὰ μεταφέρει. Καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. (κθʹ, λʹ.) Καὶ καθαριῶ ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν. Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ἔτι ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν. Οἶδα μὲν οὖν, ὅτι καὶ πνευματικῶς τούτων ἕκαστον ἐκλαβεῖν δυνατόν· ἀλλ' ὅμως ἡγοῦμαι τὸν προφητικὸν λόγον τὰ σωματικὰ νῦν τοῖς Ἰουδαίοις ὑπισχνεῖσθαι. Ἐπειδὴ γὰρ ἐρημία πολλὴ κατεῖχε τὸ τηνικαῦτα τὴν γῆν, ὑπισχνεῖται αὐτοῖς τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν ἐντεῦθεν δὲ ἐσομένην ὠφέλειαν προαγορεύει. λαʹ. Καὶ μνησθήσεσθε, φησὶ, τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐ τῶν περὶ τῶν ἀνομιῶν ὑμῶν, καὶ περὶ τῶν βδελυγμάτων ὑμῶν. Τούτων, φησὶν, ἀπολαύοντες τῶν ἀγαθῶν, καὶ μανθάνοντες, ἡλίκους ἡ δικαιοσύνη φέρει καρποὺς, τῆς προτέρας ἀναμνησθήσεσθε πονη ρίας, καὶ τῆς δι' ἐκείνην ὑμῖν τιμωρίας ἐπενεχθεί σης, καὶ μισήσετε σφόδρα τὴν προτέραν παρα νομίαν. Τὸ γὰρ Προσοχθιεῖτε ἀντὶ τοῦ βδελύξεσθε τέθεικε. Τοιοῦτόν ἐστι τὸ περὶ τοῦ παρανόμου παρὰ τοῦ ∆αβὶδ εἰρημένον· "Παρέστη πάσῃ ὁδῷ οὐκ