1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

78

ταύτην καὶ τοῦ πυρὸς ἐξῆψας τὴν φλόγα· πολὺν γὰρ ἔσχες ἁμαρτημάτων ἰὸν, ὃς ἐπὶ τοῦ παρόντος γυμνωθεὶς αἰσχύνης ἀναπλησθήσεται. "Ἀνθ' ὧν ἐμιαίνου σὺ, καὶ οὐκ ἐκαθάρθης ἀπὸ ἀκαθαρσίας σου, καὶ οὐ μὴ καθαρθῇς οὐκ ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ἐν σοί." Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσα σθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας· εἶτα τὸ ἀψευδὲς τῶν εἰρη μένων δείκνυσι τῇ τοῦ προσώπου ποιότητι. ιδʹ. Ἐγὼ Κύριος λελάληκα. Καὶ τὸ ἀναντίῤῥη 81.1056 τον τῶν ἐσομένων· "Καὶ ἥξει, καὶ ποιήσω· οὐ δια στελῶ, οὐ φείσομαι, καὶ οὐ μὴ παρακληθῶ." Οὐ γὰρ τοὺς μὲν ἐάσω, τοὺς δὲ παραδώσω, ἀλλὰ πάντας τοῖς ἠπειλημένοις ἐκδώσω κακοῖς. Ὑποδεί κνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας. "Κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Ἀδωναῒ Κύριος." Καὶ τὸ αὐτὸ πλατύτε ρον· "∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ κρινῶ σε κατὰ τὰ ἐν θυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπι κραίνειν." Ἐπίσημος, φησὶν, ἐπὶ κακίᾳ γεγένησαι· αἴτιον δέ σοι τῆς παρανομίας, τὸ τοῖς πονηροῖς ἀκο λουθεῖν λογισμοῖς· καὶ τοῦτο παρεδήλωσεν εἰρηκώς· "Κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε." Πρότερον γὰρ λογιζόμενοι, εἴτε ἀγαθὰ, εἴτε κακὰ, καὶ τότε τὸ ἔργον τοῖς λογισμοῖς ἐπιφέρομεν. Ἐντεῦθεν ἐφ' ἕτερον εἶδος μεταφέρει τὴν προφητείαν, καί φησιν· ιεʹ-ιζʹ. Ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπι θυμήματα τῶν ὀφθαλμῶν σου· οὐ μὴ κόψῃ, οὐδὲ μὴ κλαύσῃς, οὐδ' οὐ μὴ ἔλθῃ σοι δάκρυα. Στέναξαι σιγῶν, στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστίν. Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν, οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρε σθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος. ∆ιὰ γὰρ τῆς ὀσφύος τὴν τῆς παιδοποιΐας ἐπιθυμίαν ἐδήλωσεν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Λευῒ τὸν λόγον ποιούμε νος ἔφη· "Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντηκεν αὐτῷ Μελχισεδὲκ, καὶ ηὐλόγησεν αὐτόν." ∆ιὸ καὶ ζωννύναι τὰς ὀσφύας κελευό μεθα, ἵνα τῆς ἐπιθυμίας ἀναστέλλωμέν τε καὶ ἀνα χαιτίζωμεν τὰς ὁρμάς. ∆εῖξαι τοίνυν τὴν τοῦ πάθους ὑπερβολὴν βουλόμενος, εἰκότως ἔφη· Στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστί·" τουτέστι, τοῦ θα νάτου ὁ στεναγμὸς καὶ τὸ πένθος περὶ τὴν ὀσφύν ἐστιν. Ἀλλ' ὅμως καὶ τοιαύτης οὔσης συμφορᾶς παρακελεύεται αὐτῷ μὴ θρηνεῖν· "Ἀνθρώπινον γὰρ πένθος οὐ ποιήσῃ." Εἶτα καὶ τὸν τρόπον διδά σκει· "Ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, καὶ οὐ μὴ παρακληθῇς ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ φαγῇ." Μηδὲν, φησὶν, ὧν εἰώ θασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι' αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς 81.1057 τινος ἀπολαῦσαι. Ἔοικε δὲ ὁ προφήτης καὶ Ναζι ραῖος εἶναι· "Ἔσται γὰρ, φησὶ, τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σέ." Καὶ ἄνω δὲ οὐκ οἶνον, ἀλλ' ὕδωρ πίνειν προσετάχθη· ἀμφότερα δὲ τῶν Ναζιραίων ἴδια. ιηʹ. Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ, ὃν τρόπον ἐνετείλατό μοι· καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι. Τύπον δέ τινα τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης πληροῖ. Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν· "Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν, καὶ ζῇν." Οὗ χάριν καὶ τῷ προφήτῃ σιγῇ στένειν παρακελεύεται·