1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

92

ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν ὁ δυσσεβὴς τῆς Τύρου βασιλεύς· ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης· ἀλλ' αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε. 81.1100 Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε. Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γε νέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. "Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου." Τοῦτο ἀμφοτέ ροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ· ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορ μάς. Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς Ἰουδαίους εἰρημένον· "Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." Καὶ ἐν ταῦθα τοίνυν λέγει· "Ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο καταφάγεταί σε." Τουτέστι, ταῖς σαῖς παρα νομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας. "Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε." Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει. Καὶ γὰρ ὁ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ ὁ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται. ιθʹ. Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνε σι στυγνάσουσιν ἐπὶ σοί. Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες. "Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα." Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν. Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμο ρον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει. κʹ-κγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ' αὐτήν. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματι σμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ πε ρικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, ὦ Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κα κοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν. Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας. κδʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάν των τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναῒ Κύ ριος. Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ 81.1101 λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνε κῶς ἀνιῶντας. Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προ θεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά· δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν. κεʹ-κʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ συν άξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐ τοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοι κήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ. Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ' ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύ σουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ' ἐλ πίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτι μάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν. Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους. ∆ιὸ καὶ ὁ προφήτης προσευχόμενος ἔλεγε· "Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ."