1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

39

σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας·" καὶ μυρία δὲ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν. Τοῦτο τοίνυν κἀνταῦθα τῷ προφήτῃ Ἰεζεκιὴλ ποιῆσαι παρακελεύεται· "∆ιαμάρτυραι γὰρ, φησὶ, τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς." ∆εῖξον, φησὶ, τὰ τραύματα, ὑπόδειξον αὐτῆς τᾲ ἕλκη, ἵνα μὴ ἀποτομίαν νομίσῃ τὴν τιμωρίαν, ἀλλὰ μαθοῦσα ἰατρικὴν τὴν τομὴν, χάριν ὁμολογήσῃ τῷ ἰατρῷ. Εἶτα κατὰ μέρος αὐτὸς διηγεῖται τὰ πλημ μελήματα. γʹ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Ἱερουσαλήμ. Πανταχοῦ ὁ διπλασιασμὸς τὸ ἀληθὲς διδάσκει τῆς δεσποτείας. "Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤ ῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία." Μέγα ἐφρόνουν Ἰου δαῖοι ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραάμ· διὸ καὶ τῷ Κυρίῳ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγον· "Σπέρμα Ἀβραάμ 81.932 ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε." Ταύτην τὴν ἀλαζονείαν καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτι στὴς καταλύει, λέγων· "Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· ἀμὴν γὰρ λέγω ὑμῖν· ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ." Ὥσπερ τοίνυν ὁ θεσπέσιος οὗτος ἀνὴρ, θηριώδεις ὄντας αὐτοὺς καὶ πονηρίᾳ συζῶντας, τοῖς ἰοβόλοις θηρίοις ἀπείκασεν, οὕτω κἀνταῦθα ὁ ∆εσπότης Θεὸς διὰ τοῦ προφήτου Χαναναίαν αὐτῶν τὴν ῥίζαν καλεῖ, τὸν δὲ πατέρα Ἀμοῤῥαῖον, καὶ τὴν μητέρα Χετταίαν, καὶ ἁπαξ απλῶς τὴν γένεσιν ἀλλόφυλον· ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων εἰκότως ἐδέξαντο τὴν συγγένειαν, ἀπὸ τοῦ τρόπου τῷ γένει τούτῳ συγκληρωθέντες. Ἱκανὸν δὲ ἦν λίαν αὐτοὺς πλῆξαι, οὐ μόνον διὰ τὴν τηνικαῦτα παρανομίαν τούτων αὐτῶν τῶν ἐθνῶν, ἀλλὰ καὶ διὰ τὴν ἄνωθεν δυσγένειαν. Ἀραῖς γὰρ ὁ Χαναὰν ὑπεβλήθη, καὶ δουλείαν ὑπὸ τοῦ προπάτορος Νῶε κατεδικάσθη. Τούτου, φησὶν, ὑπάρχεις ἀπόγο νος, καὶ οὐδεμίαν ἔχεις πρὸς τὸν Ἀβραὰμ καὶ τὸν Σὴμ συγγένειαν· ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τού των ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης. Οὕτω πλή ξας αὐτοὺς τῇ τοῦ Χαναὰν δυσγενείᾳ, κατὰ μέρος καὶ τὴν αὐτῶν παρανομίαν, καὶ τὴν οἰκείαν διηγεῖται εὐεργεσίαν. δʹ. Οὐκ ἐτμήθη, φησὶν, ὁ ὀμφαλός σου. Τουτέστιν, Ἔτι τὴν Αἰγυπτιακὴν ἕλκεις τροφήν. "Γέννησιν δὲ αὐτῆς" καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Φασὶ δὲ ἰατρῶν παῖδες τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οἷόν τινα ῥίζαν ἔχειν τὸν ὀμφαλὸν, καὶ δι' ἐκείνου τρέ φεσθαί τε καὶ αὐξάνεσθαι· ἐπειδὴ τοίνυν αἱ μαῖαι κόπτειν εἰώθασι τοῦ βρέφους τὸ προκύπτον τοῦ ὀμ φαλοῦ, τροπικῶς ἐκ μεταφορᾶς φησιν· "Ὁ ὀμφαλός σου οὐ περιετμήθη·" ἀντὶ τοῦ, Ἔτι καὶ σήμερον ἕλ κεις ἀπὸ τῆς μητρῴας μήτρας, τουτέστι τῆς Αἰγύ πτου, τὴν τῆς ἀσεβείας τροφήν. "Καὶ ἐν ὕδατι οὐκ ἐλούσθης εἰς σωτηρίαν." Καὶ τοῦτο ἴσως, ἐκ μεταφορᾶς τῶν βρεφῶν, τῶν μετὰ τὸν τόκον λουο μένων, καὶ ἀποῤῥυπτομένων, καὶ τοῦ μητρῴου αἵ ματος ἀπαλλαττομένων. Σὺ οὖν, φησὶ, τούτων οὐκ ἀπηλλάγης, ἀλλ' ἔτι καὶ σήμερον φέρεις τῆς μη τρῴας νηδύος τὰ σημεῖα. "Οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης." Οὐκ ἐδέξω, φησὶ, τῆς διδασκαλίας τοὺς ἅλας, οὐ τὰ προσενε χθέντα σοι διὰ τοῦ νόμου σπάργανα, ἃ τοῖς βρέφεσι 81.933 προσφέρεται, ἵνα, εἴ τι ἂν τῶν μελῶν ἐν ταῖς ὠδῖσι τοῦ εὐθέος παρατραπῇ, διευθύνηται, καὶ τὸ προσ ῆκον ἀπολαμβάνῃ σχῆμα. εʹ. Οὐδὲ ἐφείσατο ἐπὶ σοὶ ὁ ὀφθαλμός μου τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἀπὸ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ' ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα. Πεδίον γὰρ ἐνταῦθα τὴν ἰσότητα προηγόρευσεν. Ἐγὼ δὲ, φησὶν, ἐν μὲν τῇ Αἰγύπτῳ, οὐδένα σοι προσ ήνεγκα νόμον, οὐδὲ τῶν ἐντολῶν τοὺς ἅλας, οὐδὲ τὴν τοῦ ὀμφαλοῦ περιτομὴν, οὐδὲ τὴν διὰ τῶν σπαργά νων διάρθρωσιν τῶν μελῶν· μετὰ δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, παντοδαπῆς σε ἐπιμελείας ἠξίωσα. ∆ιὸ ἐπάγει· ʹ, ζʹ. Καὶ