1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

49

βοηθείᾳ, ἀλλ' οὐκ εἰς τέλος ἀπολαύ σεται. "Οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον καύσωνα ξηρανθήσεται ξηρασίᾳ, σὺν τῷ βώλῳ τῆς ἀνατολῆς αὑτῆς ξηρανθήσεται;" Παραχρῆμα γὰρ, φησίν, 81.964 ἀφικομένου τοῦ Βαβυλωνίου βασιλέως, καὶ ὁ βασι λεὺς, καὶ τὸ ὑπήκοον ἅπαν ἐξανδραποδισθήσεται. Πάλιν γὰρ ἐνταῦθα βῶλον τὸν λαὸν προσηγόρευσεν· ἄνεμον δὲ καύσωνα τοῦ Βαβυλωνίου τὴν στρα τείαν· ὥσπερ γὰρ ἄμπελον τὸν βασιλέα, καὶ βῶλον τὸν λαὸν (ἐν αὐτῷ γὰρ ἐπεφύτευτο)· οὕτω τρο πικῶς ἀρδείαν, τοῦ Αἰγυπτίου τὴν βοήθειαν· ἄνεμον δὲ καύσωνα, τοῦ Βαβυλωνίου τὴν ἔφοδον λέγει. ιαʹ, ιβʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε, τί ἐστι ταῦτα; Εἰπὲ αὐτοῖς· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὑτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. Τὸ "Ἰδοὺ ἔρχεται," ἀντὶ τοῦ, Ἰδοὺ ἦλθεν· τέως γὰρ τὰ ἤδη γενόμενα διηγεῖται καὶ περὶ τοῦ Ἰεχονίου ταῦτα διεξελήλυθε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰ παρεληλυ θότα, ὡς μηδέπω γενόμενα λέγει· ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προ φήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει. ιγʹ, ιδʹ. Καὶ λήψεται, φησὶν, ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν δια θήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγου μένους τῆς γῆς λήψεται, τοῦ γενέσθαι εἰς βασι λέα ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, ἀλλὰ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστᾷν αὐ τήν. Ταῦτα περὶ τοῦ Σεδεκίου ἔφη, καὶ αὐτὰ δὲ πρὸ ἓξ ἐτῶν ἐγεγόνει. Τὸ τοίνυν "λήψεται, καὶ δια θήσεται, καὶ εἰσάξει" ἀντὶ τοῦ ἔλαβεν, καὶ δι έθετο, καὶ εἰσήγαγε. Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα· ὁ δὲ παρ αυτίκα τοὺς ὅρκους ἐπάτησε. Χειροτονῶν δὲ, φησὶν, αὐτὸν βασιλέα πάντας τοὺς πλούτῳ κομῶντας αἰχμ αλώτους λήψεται. Τοῦτο δὲ ἡμᾶς καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ δευτέρα τῶν Παραλειπομένων ἐδίδαξεν· ὡσαύτως δὲ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης· πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν' ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ. ιεʹ. Καὶ ἀποστήσεται ἀπ' αὐτοῦ, τοῦ ἐξαπο στέλλειν ἀνθρώπους εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους, καὶ λαὸν πολύν. Ἅπερ ἄνω συν εσκιασμένως καὶ παραβολικῶς ἔφη, ἐνταῦθα σαφῶς ἐδίδαξεν. Εἶτα κατ' ἐρώτησιν ἐπάγει· "Εἰ κατευ θυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία, καὶ παρα βαίνων διαθήκην; εἰ ἐκφεύξεται;" Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν· ἐπειδὴ δὲ οὐδὲν ἀποκρίνεσθε, ἐγὼ τὴν ψῆφον ἐκφέρω. 81.965 ιʹ, ιζʹ. Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· ἐὰν μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύ σαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου μετ' αὐτοῦ, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει· καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ. Ὁ ἀγνοῶν με, φησὶ τῶν Βαβυλωνίων ὁ βασιλεὺς, κατ' ἐμὲ τοὺς ὅρκους τοῦτον ἀπῄτησεν· οὗτος δὲ ὑπὸ τοὺς ἐμοὺς πολιτευόμενος νόμους παραβάτης τῶν ὅρκων ἐγέ νετο. ∆ιὸ τῷ χειροτονήσαντι αὐτὸν βασιλεῖ παρα δοθήσεται, καὶ ἐν Βαβυλῶνι δέξεται τοῦ βίου τὸ τέλος. "Ποιήσει δὲ Φαραὼ πόλεμον ἐν χαρακοβο λίᾳ, καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι πολ λὰς ψυχάς." Καὶ τοῦτο δὲ πάλιν ὁ μακάριος ἡμᾶς Ἱερεμίας ὁ προφήτης διδάσκει· τῶν γὰρ Χαλδαίων τὴν Ἱερουσαλὴμ πολιορκούντων, ὁ Αἰγυπτίων βασι λεὺς εἰς ἐπικουρίαν τῶν Ἰουδαίων ἀφίκετο· δείσαν τες δὲ ταύτην οἱ Χαλδαῖοι τὴν ἔφοδον, ἀνεχώρησαν· ἀλλὰ τῷ Σεδεκίᾳ διὰ Ἱερεμίου τοῦ προφήτου παρ αινεῖ ὁ τῶν ὅλων Θεὸς, μὴ θαῤῥήσῃ, τῇ τοῦ Αἰγυ πτίου βοηθείᾳ. "Παραυτίκα γὰρ, φησὶν, ἥξει βασι λεὺς Βαβυλῶνος, καὶ λήψεται τὴν πόλιν." Ταῦτα δὲ κἀνταῦθα διὰ τοῦ Ἰεζεκιήλ φησιν ὁ Θεός. ιηʹ. Καὶ ἠτίμωσε τὴν ὁρκωμοσίαν τοῦ παρα βῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὑτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται; Οὐδεμίαν, φησὶν, ὄνησιν ἐκ