1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

103

ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληΐσονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθό λωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶ σαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν· καὶ ὅτι παυσά μενοι τοῦ τῇδε κἀκεῖσε μετοχετεύεσθαι αἱ διώρυγες, ὡς ἔλαιον, φησὶ, πορεύσονται, τουτέστιν ἡσύχως καὶ ἡμέρως, οὐδενὸς ἐμποδὼν γινομένου. Ταῦτα δὲ, φησὶν, ἔσται ἐρημίας αὐτὴν καταλαβούσης, καὶ τῶν οἰκητόρων αὐτῆς ἀπαχθέντων δορυαλώτων. "Καὶ γνώσονται, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος." Τῇ γὰρ πείρᾳ τῶν κακῶν καὶ τὴν οἰκείαν εὐτέλειαν διδα χθήσονται, καὶ τὴν ἐμὴν ἐπιγνώσονται δεσποτείαν. Εἶτα λέγει, ὅτι καὶ ιʹ. Αἱ θυγατέρες τῶν ἐθνῶν [λέγει δὲ τὰς πό λεις καὶ τὰς κώμας] θρηνήσουσιν αὐτὸν, ἐπ' Αἴ γυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς, θρη νήσουσιν αὐτὸν, λέγει Ἀδωναῒ Κύριος. Οὐ μό νον, φησὶ, τὸ τῶν Αἰγυπτίων ἔθνος, ἀλλὰ καὶ τὸν τούτων θρηνήσουσι βασιλέα αἱ τῶν ἄλλων ἐθνῶν πόλεις, τὴν προτέραν εὐπραξίαν λογιζόμεναι, καὶ τὴν ἐξαπιναίως γενομένην ὁρῶσαι μεταβολήν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀν θρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ κλίνων πάρελκε αὐτόν. Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον. "Καὶ καταβιβάσουσι τὰς θυγα τέρας αὐτῆς, τὰ ἔθνη, νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον." Θυγα τέρας πάλιν τὰς πόλεις καὶ τὰς κώμας καλεῖ, ἃς λέγει θανάτῳ παραδοθήσεσθαι· βόθρον γὰρ τὸν θάνατον ὠνόμασεν, ἀπὸ τοῦ τάφου τεθεικὼς τὴν προσηγορίαν. 81.1136 ιθʹ. Ἐξ ὑδάτων εὐπρεπῶν κατάβηθι, καὶ κοι μήθητι μετὰ ἀπεριτμήτων. Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περι τεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παρα πλησίοις σοι κοινώνησον τῆς σφαγῆς. Εἶτα πάλιν τὰ αὐτὰ εἰρηκὼς ἐπήγαγεν· καʹ. Καὶ ἐροῦσί σοι οἱ γίγαντες οἱ ἐν βάθει βόθρου· Γίνου· τίνος γὰρ κρείττων εἶ; Κατά βηθι, κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας περὶ τοῦ Βαβυλωνίου φησί· "Καὶ ἐροῦσί σοι οἱ ἄρχοντες οἱ ἀπ' αἰῶνος· Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾄδου ἡ δόξα σου, καὶ ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακά λυμμά σου σκώληξ." Καὶ ἐνταῦθα δέ φησιν· Ἐροῦσί σοι οἱ ἐν δυνάμει περιφανεῖς γεγενημένοι, καὶ πάλαι τεθνεῶτες· τούτους γὰρ ἐκάλεσε γίγαν τας· Γίνου, τουτέστιν, ὁμοίως ἡμῖν νεκρός· τίνος γὰρ κρείττων εἶ, ὅτι πειρᾶσαι εἶναι ἀθάνατος; Κατάβηθι τοίνυν, καὶ δέξαι τοῦ βίου τὸ τέλος, καὶ τοῖς ὅμοιά σοι τετολμηκόσιν ὁμοίαν δέξαι τὴν σφα γήν· εἶτα λέγει τοὺς ἐπισήμους ἐν δυνάμει γεγε νημένους. κβʹ, κγʹ. Ἐκεῖ Ἀσσοὺρ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν. Καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ. Τίς, φησὶν, ἐγένετο πολυθρύλλητος, ὡς τῶν Ἀσσυρίων ὁ βασιλεύς; Ἀλλ' ὅμως, φησὶ, καὶ οὗτος ἐδέ ξατο τοῦ βίου τὸ τέλος, καὶ πᾶσα αὐτοῦ ἡ στρατεία τῆς τελευτῆς αὐτοῦ κεκοινώνηκε. "Πάντες οἱ τραυ ματίαι πεπτωκότες μαχαίρᾳ, οἳ ἔδωκαν τὰς ταφὰς αὑτῶν ἐν μηροῖς λάκκου." Τὸ εἶδος τῶν τάφων οὕτως ὠνόμασε· προμήκεις γὰρ οἱ τάφοι, καὶ μηροῖς ἐοικότες. "Καὶ ἐγενήθη ἐκκλησία περικύκλῳ τῆς ταφῆς αὐτοῦ, πάντες οἱ τραυματίαι πίπτοντες μαχαίρᾳ." Τῷ βασιλεῖ γὰρ αὐτῶν καὶ αὐτοὶ ὁμοίως ἐδέξαντο τὴν σφαγὴν, καὶ παρὰ τὸ ἐκείνου σῆμα σφαγῇ παρεδόθησαν. Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, "Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς." Ἀλλ' ὅμως ἐκεῖνοι πάντες ἐκδειματοῦντες καὶ δεδιτ τόμενοι λήψονται, φησὶ, τὸν καταισχυμμὸν αὑτῶν σὺν τοῖς καταγομένοις εἰς βόθρον· γυμνωθέντες γὰρ ἐκείνης τῆς δόξης μετ' αἰσχύνης καταλύσουσι τὸν βίον, τοῖς ὑπ' αὐτῶν σφαγεῖσιν ὁμοίως δεχό μενοι τὴν σφαγήν. Εἶτα λέγει κατὰ τὸ ἔθνος τὰ μνήματα. κδʹ. Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις