1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

50

τῆς τοῦ Αἰγυπτίου συμμαχίας καρπώσεται, ἀλλὰ τῆς παρα βάσεως τίσει δίκας. ιθʹ- καʹ. ∆ιὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναῒ Κύριος, Τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὴν ἐπὶ κεφαλὴν αὐτοῦ. Καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα, καὶ διακριθήσο μαι μετ' αὐτοῦ ἐκεῖ περὶ τῆς ἀδικίας αὐτοῦ, ἧς ἠδίκησεν ἐν ἐμοὶ ἐν πάσαις ταῖς φυγαδείαις αὐτοῦ. Καὶ πάντες οἱ ἐκλεκτοὶ αὐτοῦ σὺν πά σαις ταῖς παρατάξεσιν αὐτοῦ ἐν ῥομφαίᾳ πε σοῦνται, καὶ πάντας τοὺς καταλοίπους αὐτῶν εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα. Τῇ Αἰγυπτίων, φησὶ, βοηθείᾳ θαῤῥήσας τοὺς ἐμοὺς ὅρκους ἐπάτησεν· ἀλλ' ἐγὼ οἷόν τινι δικτύῳ τῇ τῶν Χαλδαίων χρησά μενος στρατείας ζωγρήσω αὐτὸν, καὶ ἐν τῇ Βαβυ λῶνι παραπέμψω, καὶ τοὺς λογάδας αὐτοῦ, καὶ τῆς στρατείας τοὺς ἀρίστους παραδώσω σφαγῇ· τοὺς δὲ ἐκ τοῦ πολέμου διαφυγόντας θάνατον παραδώσω δορυαλώτους, καὶ δι' αὐτῆς μαθήσεσθε τῆς πείρας, ὡς ἀψευδῆ μου τὰ ῥήματα. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· Καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα. 81.968 (κβʹ, κγʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος· Λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς, καὶ δώσω ἀπὸ κεφαλῆς παραφυά δων αὐτῆς, ἐκ καρδίας κορυφῆς αὐτῆς ἀποκνιῶ, καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγώ. Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ ἅπαν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνα παύσεται, καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθή σεται. Ἀληθῶς οἶκος· παραπικραίνων ὁ Ἰσραὴλ, καὶ ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι. Εἰ δὲ οὐχ οὕτω ταῦτ' ἔχει, δειξάτωσαν ἡμῖν, τίς οὗτος ὁ ληφθεὶς ἐκ τῶν ἐπιλέ κτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ καρδίας κορυφῆς, καὶ καταφυτευθεὶς μὲν πρότερον ἐν ὄρει ὑψηλῷ, εἶτα κρεμασθεὶς ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ μετὰ τὸ κρεμασθῆναι ἐξοίσας βλαστὸν, καὶ ποιήσας καρ πὸν, καὶ γενόμενος εἰς κέδρον μεγάλην, ὥστε πᾶν ὄρνεον καὶ πᾶν πτηνὸν, οὐ τετράποδον, οὔτε ἑρπε τὸν, ἀλλὰ πᾶν ὄρνεον καὶ πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύεσθαι. Εἰ γὰρ περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι φήσαιεν, δειξάτωσαν ἐν ποίῳ ὄρει ὁ Ζοροβάβελ ἐκρεμάσθη, ἢ ὅτι πάντα τὰ ὄρνεα καὶ πετεινὰ ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνεπαύσατο· μόνον γὰρ ὁ Ζοροβάβελ τοῦ ἀπὸ τῆς αἰχμαλωσίας συνανελ θόντος λαοῦ ἄρξας διετέλεσε, τὰ δὲ ἄλλα ἔθνη οὐ μόνον αὐτοῦ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ διηνεκῶς ἐπολέμει. Οὗ χάριν οὐδὲ ἡ οἰκοδομὴ τοῦ θείου νεὼ σύντομον ἐδέξατο πέρας. Εἰ δὲ οὐδαμῶς ἁρμόττει τῷ Ζοροβάβελ τὰ εἰρημένα, σχολῇ γ' ἂν ἑτέρῳ τινὶ ἁρμόσειεν. Εἰ δὲ εἰς τοὺς Μακκαβαίους τὴν προφη τείαν ἑλκύσαι ἐπιχειρήσαιεν, ῥᾳδίως αὐτῶν τὸ ψεῦ δος διελεγχθήσεται. Οὐδὲ γὰρ ἐκ τῆς βασιλικῆς, ἀλλ' ἐκ τῆς ἱερατικῆς ὑπῆρχον ἐκεῖνοι φυλῆς· ἐνταῦθα δὲ κέδρον τὸ βασιλικὸν προσαγορεύει γένος. Καὶ γὰρ περὶ τοῦ Ἰεχονίου οὕτως ἔφη· "Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, τὰ ἁπαλὰ τῆς κέδρου ἀπ έκνισεν, καὶ εἰς Βαβυλῶνα ἀπήγαγεν," ἀντὶ τοῦ, βασιλικὸν γένος. Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ ∆αβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ' ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς. Καὶ τοῦτο ἀκριβῶς ἡμᾶς ὁ μακάριος διδάσκει Ματθαῖος· τοῦ γὰρ ∆αβὶδ τὸν Σολομῶντα εἰρηκὼς υἱὸν, κἀκείνου τὸν Ῥοβοὰμ, εἶτα ἑξῆς ἁπάσας τὰς γενεαλογίας διεξελθὼν μέχρι τῆς μετοικεσίας Βαβυλῶνος, ἐπάγει· "Καὶ μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ·" οὗτος αὐτὸς ὁ αἰχμάλωτος γεγονώς· ὁ Σαλαθιὴλ δὲ τὸν Ζοροβάβελ· οὗτος δέ ἐστιν ὁ μετὰ 81.969 τὴν ἐπάνοδον ἡγησάμενος τοῦ λαοῦ· ἐκ τούτων ὁ ∆εσπότης Χριστὸς κατάγει τὸ γένος τὸ κατὰ σάρκα· διό φησι· "Λήψομαι ἐκ τῶν