1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

57

Αἰγύπτου, καὶ ἀντελαβόμην τῆς χειρὸς αὐ τῶν, λέγων, Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀντελαβόμην αὐτῶν τῇ χειρί μου, τοῦ ἐξάγειν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν. Τούτοις, φησὶν, ὦ προφῆτα, τοῖς πρὸς σὲ παραγενομένοις, καὶ τὰς ἐμὰς ὑπόδειξον εὐεργεσίας, καὶ τὰς τῶν πατέρων αὐτῶν ἀπαρίθμησαι παρανομίας· διήγησαι δὲ, ὅπως ἐπεφάνην ἐν Αἰγύπτῳ τοῖς πατράσιν αὐτῶν ἀσεβοῦσιν ἔτι, καὶ τὰ τῶν Αἰγυπτίων εἴδωλα θεραπεύουσι, καὶ ἐδίδαξα αὐτοὺς, ὅτι ἐγὼ καὶ Θεός εἰμι, καὶ ∆εσπότης· καὶ τούτοις ἐχρώμην τοῖς λόγοις, ἐκείνους ἀπαλ λάξαι τῆς δουλείας βουλόμενος, τὰς δὲ ὑποσχέσεις πληρῶσαι, καὶ τὴν ἐπηγγελμένην ἀποδοῦναι γῆν, μυρίων ἀγαθῶν οὖσαν μητέρα, καὶ παντοδαποὺς καρποὺς τοῖς ἐνοικοῦσι τίκτουσαν· καὶ οὐκ ἄν τις ἁμάρτοι πάσης μὲν τῆς γῆς ἀποφαίνων κρείττονα, μελιττῶν δὲ αὐτὴν ἐργασίαν ἀποκαλῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· "Κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν." Οὕτω προσηγόρευσε τὰ τοῦ μέλιτος πεπλη ρωμένα κηρία. ζʹ. Καὶ εἶπε, φησὶ, πρὸς αὐτούς· Ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ ἀποῤῥί ψατε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Παρῄνεσα δὲ αὐτοὺς, φησὶ, τῆς μὲν τῶν Αἰγυπτίων ἀσεβείας τὴν κοινωνίαν φυγεῖν, τὴν δὲ ἐμὴν ἐπιγνῶναι δεσπο τείαν, ταύτην αὐτοὺς διὰ σημείων καὶ θαυμάτων 81.989 διδάξας· οἱ δὲ οὐδαμῶς προσέχειν ἠθέλησαν ταῖς ἐμαῖς εἰσηγήσεσι. Καὶ τοῦτο σημαίνων ἐπήγαγε· ηʹ. Καὶ ἀπέστησαν ἀπ' ἐμοῦ, καὶ οὐκ ἠθέλησαν ὑπακοῦσαί μου· ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ οὐκ ἀπέῤῥιψε, καὶ τὰ ἐπιτηδεύ ματα Αἰγύπτου οὐ κατέλιπον. Εἶτα διδάσκει τῆς ὀργῆς τὸ δίκαιον. "Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου." Ἔπειτα τὴν φιλαν θρωπίαν καὶ τὴν μακροθυμίαν διδάσκει, ᾗ κεχρη μένος οἰκονομεῖ τῶν ἀνθρώπων τὴν φύσιν. θʹ. Καὶ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παρ άπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐφ' ὧν ἐγνώσθην πρὸς αὐ τοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἐβουλήθην, φησὶν, ἀπειθήσαντας παραυτίκα κολάσαι· ἐπειδὴ δὲ λαὸς ἐμὸς ἐχρημά τιζε, δίκας αὐτοὺς ἐπὶ τῶν δυσμενῶν οὐκ ἐπραξά μην, ἵνα τὸ παράπαν τὸ ὄνομά μου μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, οἷς οὗτοι συνῴκουν· ἵνα μὴ πρόφασις, φησὶ, τῆς κατ' ἐμοῦ βλασφημίας ἡ τού των γένηται τιμωρία· ἤθελον γὰρ διὰ τῆς περὶ τού τους εὐεργεσίας κἀκείνων μεταβαλεῖν τὰ φρονήματα· ταῦτα δὲ ἡμᾶς ἐναργέστερον διδάσκει τὸ τῆς Ἐξόδου βιβλίον. ∆ιηγεῖται γὰρ ὁ μακάριος Μωσῆς, ὅπως αὐτῷ πᾶς ὁ λαὸς ἀπένεμε τοὺς θείους λόγους δια πορθμεύοντι τῷ Φαραῷ· ταύτῃ τοίνυν, φησὶ, τῇ μακροθυμίᾳ χρησάμενος· ιʹ-ιβʹ. Τοῦτον ἐξήγαγον ἐκ γῆς Αἰγύπτου. Καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον. Καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὃς ἐὰν ποιήσῃ αὐτὰ ἄν θρωπος, καὶ ζήσεται ἐν αὐτοῖς. Καὶ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέ σον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Ἐλευθερώσας αὐ τοὺς, φησὶ, τῆς πικρᾶς ἐκείνης δουλείας, ὡς ἐν πα λαίστρᾳ τινὶ, ἐν τῇ ἐρήμῳ τοῖς ἀγαθοῖς καὶ ὠφε λίμοις νόμοις ἐπαιδοτρίβουν, ζωὴν αὐτοῖς διὰ τῆς τούτων φυλακῆς μηχανώμενος· ζωῆς γὰρ ὑπῆρχον οἱ νόμοι παρεκτικοί. Προστάγματα δὲ αὐτὰ καὶ δικαιώματα προσηγόρευσεν. Οὐ γὰρ ἕτερα τὰ προσ τάγματα, καὶ ἄλλα τὰ δικαιώματα, ἀλλὰ τὰ αὐτὰ διαφόροις ὀνόμασι κέκληται. Προστάγματα μὲν γάρ ἐστιν, ὡς παρὰ Θεοῦ καὶ ∆εσπότου γραφέντα, καὶ φυλάττεσθαι κελευσθέντα· δικαιώματα δὲ, οὐ μόνον ὡς ἐνδίκως γραφέντα, καὶ τὸ δίκαιον ἔχοντα, ἀλλὰ καὶ ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενα. Ἀναγκαῖον δὲ ἐπιστῆσαι, ὅτι τῶν προσταγμάτων τούτων, καὶ τῶν δικαιωμάτων τῶν ζωὴν τοῖς φυ λάττουσι παρέχειν δυναμένων, τὰ Σάββατα διεχώρι σεν. Εἰρηκὼς γὰρ, "Ἔδωκα αὐτοῖς τὰ προστάγματά 81.992 μου, καὶ τὰ