1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

53

κρίνοντες βούλεσθε τοῦ παρανόμου τὸν υἱὸν τιμωρίαν ὑπὲρ τοῦ πατρὸς ὑπομεῖναι, καὶ ἀλ λήλων πυνθάνεσθε, Τί δήποτε τὰς τοῦ πατρὸς παρα νομίας οὐκ ἔτισεν; Ἐγὼ δὲ ὑμῖν φημι, "Ὅτι ὁ υἱὸς κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον ἐποίησε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται." Ἐπειδὴ οὐ τὴν αὐτὴν ὥδευσε τῷ πατρὶ, ἀλλὰ τὴν ἐμὴν ὁδὸν τῆς τοῦ πατρὸς προετίμησεν, ἄξιον εὕρατο τῆς ὁδοῦ τὸ τέλος. κʹ. Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθα νεῖται, ὁ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πα τρὸς αὑτοῦ, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὑτοῦ. Τὰ αὐτὰ πάλιν σαφέστερον καὶ συντόμως παρεδήλωσε· "∆ικαιοσύνη δικαίου ἐπ' αὐ τὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται." Πολλάκις τὰ αὐτὰ λέγει, βεβαίαν αὐτῶν τὴν μνήμην ἐν τοῖς ἀκούουσι γενέσθαι βουλόμενος. καʹ, κβʹ. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πα σῶν τῶν ἀνομιῶν αὑτοῦ ὧν ἐποίησε, καὶ φυλά ξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ κρί μα, καὶ δικαιοσύνην, καὶ ἔλεον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα δὲ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσεται αὐτῷ ἐν τῇ δικαιοσύνῃ αὑτοῦ, ᾗ ἐποίησε, ζήσεται. Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσ πράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω· εἶτα τὴν οἰκείαν ἀγαθότητα παραδηλοῖ. κγʹ. Οὐ μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἐπιστρέ ψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν; Οὐ τὸν θάνατον, φησὶ, τοῦ ἀνό μου ἀλλὰ τὴν μετάνοιαν ποθῶ· οὐδὲ γὰρ ἵνα κολάσω, τῶν ἀνθρώπων τὴν φύσιν ἐδημιούργησα, ἀλλ' ἵνα ζωῆς μεταδῶ· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα· οὐ γὰρ ἂν προφήταις ἐνέπνευσε, καὶ ἀποστόλους ἀπέστειλε, καὶ ἐγγράφους ἔδωκε νόμους, καὶ ἀγαθὰ ὑπισχνεῖται, καὶ γέενναν ἀπειλεῖ, κολάζειν βουλό μενος· ἀλλ' εἴασεν ἂν τοὺς ἀνθρώπους, ὡς ἂν θέλωσι, φέρεσθαι· νῦν δὲ ταῦτα πάντα διατελεῖ ποιῶν, ἵνα τῶν ἠπειλημένων ἐλευθερώσῃ δεινῶν· ὅτι δὲ οὐ λόγοι μόνον τὰ εἰρημένα, ἀλλὰ τὰ πράγματα, καὶ 81.977 γενόμενα, καὶ γιγνόμενα, μάρτυς ἡ θεία Γραφή. Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο. Ὁ δέ γε πανόλβιος Μανασσῆς, ἐκ διαμέτρου ἐναντίαν ὁδεύσας τῷ φύσαντι, οὐδὲν τῆς πατρῴας εὐσεβείας ἀπώνατο· μεταμελείᾳ δὲ χρησάμενος τῆς σωτηρίας ἀπήλαυσεν. Ἀμὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν πα τρῴαν πονηρίαν ζηλώσας, τὴν δὲ μετάνοιαν οὐκέτι, κακῶς τὸν βίον κατέλυσεν· ὁ δὲ τούτου παῖς Ἰω σίας, τοῦ πατρὸς τὴν ἀσέβειαν βδελυξάμενος, καὶ πᾶσι τοῖς τῆς ἀρετῆς εἴδεσι τὴν ψυχὴν κατακοσμή σας, τῷ τῶν ἁγίων συνηρίθμηται καταλόγῳ, οὐδε μίαν ἐκ τῆς τοῦ πατρὸς παρανομίας λώβην ἑλκύσας· οἱ δὲ τούτου παῖδες, τοῦτον μὲν οὐ ζηλώσαντες, δυσ σεβείᾳ δὲ πάσῃ συζήσαντες, δίκας τῶν οἰκείων πλημμελημάτων ἐξέτισαν, ἐκ τῆς τοῦ πατρὸς φιλο θεΐας οὐδὲν ὄφελος καρπωσάμενοι. Καὶ ἐξ αὐτῆς τοίνυν τῆς τῶν ἁγίων Γραφῶν ἱστορίας, ἀληθῆ πέ φηνε τοῦ ∆εσπότου τὰ λόγια. Φέρε τοίνυν ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν. κδʹ. Καὶ ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀδικίας ἃς ἐποίησεν ὁ ἄνομος, ἐὰν ποιήσῃ, οὐ μὴ ζήσεται· πᾶσαι αἱ δικαιο σύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὑτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀπο θανεῖται. Ὥσπερ, φησὶν, εἴ τις τῶν παρανόμων, τὸν πρότερον βδελυξάμενος βίον, τὸν ἐναντίον προ έλοιτο, δέξομαι τὴν μετάνοιαν, καὶ ζωῆς αὐτὸν ἀξιώ σω· οὕτως, εἴ τις τῶν δικαίων, παντελῶς τὴν τῆς δικαιοσύνης καταλιπὼν ὁδὸν, εἰς τὴν ἑτέραν τράπη ται, πάντα μὲν τὸν πρότερον ἀπολέσει δρόμον, πρόσφορον δὲ τῇ ὁδῷ εὑρήσει τὸ τέλος· ἐν γὰρ ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται. Ἐπιστῆσαι δὲ χρὴ, ὡς οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' "Ἐὰν ἀποστραφῇ ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀδικίας,