1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

134

ἀκοαῖς ταῦτα διατυποῖ. Εἰκὸς δὲ διὰ τούτων ἡμῖν αἰνίττεσθαι καὶ τὴν Παρθενικὴν μήτραν, δι' ἧς οὔτε εἰσελήλυθέ τις, οὔτε ἐξελήλυθεν, ἢ μόνος αὐτὸς ὁ ∆εσπότης. Προσέταξε δὲ παρὰ τὴν θύραν καὶ τὸν ἡγούμενον, τουτέστι τὸν ἀρχιερέα, τῆς τροφῆς ἀπολαύειν, παρ ιέναι δὲ διὰ τοῦ προπυλαίου, καὶ ἀπιόντα, καὶ ἀνιόντα· τοῦτο γὰρ ἐκάλεσεν αἰλάμ. Οὕτω δὲ τού των καὶ λαληθέντων καὶ δειχθέντων, πάλιν ὁρᾷ τοῦ Θεοῦ τὴν δόξαν ἐν τῇ πύλῃ τῇ πρὸς βοῤῥᾶν, καὶ εἰ πεῖν κελεύεται τῷ παραπικραίνοντι λαῷ, ἢ προσ εριστῇ καὶ φιλονείκῳ· οὕτως γὰρ καὶ οἱ ἄλλοι ἑρμη νευταὶ ἡρμηνεύκασιν· ἀρκεσθῆναι τῇ προτέρᾳ παρα νομίᾳ, ἣν τολμῶντες διετέλεσαν, ἀλλοφύλους καὶ ἀπεριτμήτους εἰς τὸν θεῖον εἰσάγοντες νεών· τὸ δὲ μέγιστον τῶν ἐγκλημάτων, ὅτι οὐ μόνον τὴν σάρκα ἀπερίτμητον εἶχον, ἀλλὰ καὶ πρὸ τῆς σαρκὸς τὴν διάνοιαν· ὡς εἶναι δῆλον, ὅτι τῆς μὲν καρδίας ἡ περιτομὴ δικαιοσύνης κατόρθωσις, ἡ δὲ τῆς σαρκὸς περιτομὴ τῆς κατὰ διάνοιαν περιτομῆς σημεῖόν ἐστι καὶ σφραγίς. Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν· μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν. Προσήκει δὲ αὐτοὺς, φησὶ, τοῖς μὲν ἐξ ἐρίων ὑφάσμασι μηδαμῶς κεχρῆσθαι, ἐσθήματα δὲ λινᾶ περιβάλλεσθαι μόνα, κατὰ τὸν τῆς ἱερουργίας καιρὸν, καὶ κίδαριν δὲ ἕκα στος τῇ κεφαλῇ περιτιθέτω, καὶ διαζώματα δὲ ἔνδοθεν 81.1236 περικείσθω· ἐξιόντες δὲ πρὸς τὸν λαὸν, τὰς μὲν λει τουργικὰς ἀποδυέσθωσαν στολὰς, ἑτέρας δὲ ἀμπεχό μενοι τὰς πύλας ἐξίτωσαν· οὔτε γὰρ θέμις τὸν τῆς ἱερωσύνης ἀλλότριον ταῖς ἱερατικαῖς πελάζειν στολαῖς. Καὶ τὰς κεφαλὰς δὲ οὐ ξυρήσονται, τοῦτο γὰρ ἔθος ἦν ποιεῖν τοῖς τῶν εἰδώλων ἱερεῦσι· "Καὶ τὰς κό μας αὑτῶν οὐ ψιλώσουσιν." Ὁ δὲ Ἑβραῖος, καὶ ὁ Σύρος, οὐ θρέψουσιν ἔφασαν. Οὔτε γὰρ ξυρεῖσθαι αὐτοὺς, φησὶ, προσήκει, οὔτε κόμας τρέφειν, ἀλλὰ μεσότητα κουρᾶς ἀγαπῆσαι· τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς· "Καλύπτοντες καλύψουσι τὰς κεφαλὰς αὑτῶν." ∆εῖ δὲ αὐτοὺς κατὰ τὸν ἱερουργίας καιρὸν οἰνοποσίας ἀπέχεσθαι· γάμῳ δὲ βουλομένους ὁμι λεῖν, μήτε χήραν, μήτε ἐκβεβλημένην γυναῖκα λαμ βάνειν, ἀλλὰ παρθένον. Εἰ δὲ καὶ ἱερέως τις γενο μένη γυνὴ χηρεύσειε, καὶ βουληθείη τις αὐτὴν γῆ μαι, οὐδὲ ὁ τοιοῦτος γάμος παράνομος ἀνέπαφον γὰρ τῆς ἱερωσύνης μένει τὸ γένος, τῆς ἱερεῖ συναφθείσης τῷ ἱερεῖ πάλιν συναπτομένης. Χρὴ δὲ τούτους πάλιν καὶ τὸν λαὸν ἐκπαιδεύειν τῶν τε κοινῶν καὶ τῶν ἱερῶν τὸ διάφορον. Αὐτοὶ δὲ καὶ ταῖς φονικαῖς δικα σάτωσαν δίκαις, καὶ τὰς ἄλλας δὲ ἀμφιβολίας λυέτω σαν, πανταχοῦ τιμῶντες τὸ δίκαιον. Καὶ τὰς ἑορτὰς δὲ κατὰ τὸν νόμον ἐπιτελείτωσαν, καὶ τὰ Σάββατα τῇ ἀργίᾳ καὶ τοῖς ἄλλοις τιμάτωσαν. "Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι," τουτέστιν ἐπὶ νεκρῷ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος ἔφη· "ἀλλ' ἐπὶ μόνῳ, φησὶ, πατρὶ καὶ μητρὶ, υἱῷ καὶ θυγατρὶ, ἀδελφῷ καὶ ἀδελφῇ μηδέπω γημαμένῃ." Εἶτα παρεγγυᾷ, πῶς δεῖ τὸν ἀκάθαρτον καθαρθῆναι, καὶ οὕτω τῇ ἱερουργίᾳ πελάσαι· οὐκ ἐπειδὴ τῷ ὄντι μυσαρὸν ἦν τὸ τοὺς τεθνεῶτας ὁρᾷν· εἰ γὰρ ἀληθῶς ἐλωβᾶτο, ἐλυμήνατο ἂν καὶ ἡ τοῦ τεθνεῶτος πατρὸς, ἢ μητρὸς, ἢ ἀδελφοῦ θέα· ἀλλὰ διὰ τούτων αἰδεσιμώτερον παρὰ τοῖς τὰ μικρὰ σε μνύνειν μεμαθηκόσιν Ἰουδαίοις τὸν ἱερέα εἶναι βου λόμενος. Εἶτα παρακελεύεται καὶ τὴν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενεγκεῖν τὸν ἱερέα μέλλοντα εἰς τὰ ἅγια εἰσιέναι· καὶ μερίδα μὴ λαβεῖν μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ διανομῇ τῆς γῆς. "Ἐγὼ γὰρ, φησὶν, ἡ κληρονομία αὐτῶν καὶ κατάσχεσις αὐτῶν." Τὰ γὰρ ἐμοὶ προσφερόμενα πρωτότοκα,