1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

75

ται δὲ διὰ τούτων, ὡς ὑποβάθρα τῆς ἀσεβείας ἡ πα ρανομία γεγένηται· ταῖς γὰρ ἡδοναῖς δουλεύοντες εἰς τὴν τῶν εἰδώλων λατρείαν ἐξεκυλίσθησαν. 81.1045 λʹ. Καὶ εἶπε Κύριος πρὸς μὲ, Υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν Ὀολλὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἐπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν τοῖς ἐνθυμήμασιν αὑτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὑτῶν, ἃ ἐγέννησάν μοι, διῆγον αὐτὰ αὐ τοῖς διὰ πυρός. Τὸ εἰ κρινεῖς; οἱ ἄλλοι ἑρμη νευταὶ κρίθητι ἡρμήνευσαν· τὸ ἐμὸν, φησὶν, ἀναλα βὼν πρόσωπον, ὦ προφῆτα, ποίησαι τὴν κρίσιν πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ διέλεγξον αὐτῶν τὰς παρανομίας, ὅπως μὲν ἐμὲ καταλιμπά νουσαι τοῖς εἰδώλοις ἐμίγνυντο· ὅπως δὲ τὰ ὑπ' ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· ληʹ. Ἕως καὶ ταῦτα ἐποίησάν μοι, ἐμίαινον τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ Σάββατά μου ἐβεβήλουν. Εἶτα διδάσκει τῆς βεβηλώσεως τρόπον. λθʹ. Καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὑ τῶν τοῖς εἰδώλοις αὑτῶν, καὶ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐβε βήλουν αὐτά. Πολλὴ δὲ ἡ τῆς ἀσεβείας ὑπερβολή. Πρῶτον μὲν γὰρ αὐτῶν τὸ σφάζειν τοὺς παῖδας ὅρος ἔσχατος ἀσεβείας· τὸ δὲ καὶ τοῖς δαίμοσι τὰ τοιαῦτα προσφέρειν σφάγια, πάλιν ἐπίτασις τοῦ κακοῦ· τὸ δὲ καὶ ἐν Σαββάτῳ ταῦτα τολμᾷν, ἐν ᾧ καὶ ἡ ἀναγ καία ἀπείρητο ἐργασία, μείζονα πολλῷ δείκνυσι τὴν ἀσέβειαν· τὸ δὲ καὶ μετὰ τὴν τοιαύτην ἐργασίαν τῶν θείων ἐπιβαίνειν προθύρων, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; ∆ιὸ καὶ τελευταῖον αὐτὸ τέ θεικεν, καὶ προστέθεικε πάλιν· "Καὶ ἰδοὺ οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου." Ταύτην, φησὶ, τὴν ἀσέβειαν ἐν τῷ ἀφιερωμένῳ τετολμήκασιν οἴκῳ. μʹ. Καὶ ἔπεμπον τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μα κρόθεν· οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κό σμῳ. Καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τρά πεζα κεκοσμημένη ἔμπροσθεν αὐτῆς. Πάντα τὰ εἰ ρημένα ὡς ἐπὶ γυναικὸς ἑταίρας διέγραψε· σημαίνει δὲ τήν τε γενομένην πρὸς τοὺς Ἀσσυρίους καὶ Χαλδαίους αὐτοῖς συμμαχίαν, καὶ τὴν ἐκεῖθεν ἐπεισαχθεῖσαν ἀσέβειαν. Παραδηλοῖ δὲ καὶ τοὺς ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπισμοὺς, χλιδὰς, καὶ ἱματίων ἐναλλα γὰς, καὶ τ' ἄλλα πάντα ὅσα ἐν ταῖς τοιαύταις ποιεῖν εἰώθεισαν πανηγύρεσι. Τοῦτο δὲ σημαίνει καὶ τὰ ἐπιφερόμενα· "Καὶ τὸ θυμίαμά μου, καὶ τὸ ἔλαιόν μου ἐτίθης ἔμπροσθεν αὐτῶν. Τουτέστι, τῶν εἰ δώλων. μβʹ. Καὶ ηὐφραίνοντο ἐν αὐτοῖς. Εὐφροσύνη γὰρ τῶν δαιμόνων ἡ τῶν ἀνθρώπων ἀπώλεια. Πρὸς δὲ τούτοις φησίν· "Καὶ φωνὴν ἁρμονίας ἀν 81.1048 εκρούοντο πρὸς ἄνδρας ἐκ πλήθους ἥκοντας ἀνθρώ πων οἰνωμένους ἐκ τῆς ἐρήμου." Τί γὰρ ἐρημότε ρον τῶν τὰ εἴδωλα προσκυνούντων; Ἐξ ἐκείνων, φησὶ, τῶν ἐρήμων ψυχῶν τὰς τῆς ἀσεβείας ἐκομί ζετό σοι διδάγματα, καὶ ἐδέχου αὐτὰ ἐν μουσικοῖς ὀργάνοις ἀνακρουομένοις τὴν ἡδεῖαν ἠχήν. "Καὶ ἐδίδους αὐτοῖς ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν." Οὐδὲν γὰρ παρὰ τῶν εἰδώλων λαμβάνουσιν οἱ τούτοις λα τρεύειν αἱρούμενοι, ἀλλὰ τὰ θεόσδοτα δῶρα τούτοις προσφέρουσι, παντοδαπὸν αὐτοῖς κόσμον περιτι θέντες. μγʹ. Καὶ εἶπον, Οὐκ ἐν τούτοις μοιχεύουσι, καὶ ἔργα πόρνης ταῦτα, καὶ αὐτὴ ἐξεπόρνευσεν; Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προ φήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶ ται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα. μδʹ. Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕ τως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆ σαι ἀνομίαν. Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι. Μεταφέρει γοῦν λοιπὸν πρὸς