1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

116

ἔρημα αἰώνια εἰς κατά σχεσιν ἐγενήθη ἡμῖν· διὰ τοῦτο προφήτευσον, καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀντὶ τοῦ γενέσθαι ὑμᾶς εἰς ἀφανισμὸν πᾶσι τοῖς ἔθνεσι, καὶ ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς ἀπὸ πάντων τῶν κύκλῳ ὑμῶν, τοῦ γενέσθαι ὑμᾶς εἰς κατάσχεσιν πᾶσι τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώττης ἐπὶ χειλέων, καὶ εἰς ὀνειδι σμὸν ἔθνεσι. Τὰ σκυθρωπὰ καὶ κατηφῆ τοῖς Ἰδου μαίοις προαγορεύσας, μεταφέρει τὸν λόγον πρὸς τὰ τοῦ Ἰσραὴλ ὄρη, καὶ ἀγαθῶν αὐτοῖς ἐπαγγελίαν προσφέρει, καὶ θαῤῥεῖν παρακελεύεται, ὡς τῶν ὑπὸ τῶν δυσμενῶν εἰρημένων λόγων ψευδῶν ὄντων καὶ ματαίων. Οὐ γὰρ ἐπὶ πλεῖστον, φησὶν, ἡ ἐρημία μενεῖ, ἀλλ' ἐλέγξω τῶν γειτνιαζόντων ὑμῖν ἐθνῶν τὰ ὀνείδη, καὶ τὴν καθ' ὑμῶν αὐτῶν καταπαύσω θρασύτητα, καὶ οὐκέτι τὰς ὑμετέρας διηγήσονται συμφορὰς, τὰ ὑμέτερα θρυλλοῦντες κακά. Τούτοις ἐπάγει· 81.1177 δʹ. ∆ιὰ τοῦτο ὄρη Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, καὶ ταῖς ἐξηρημω μέναις καὶ ἐξηφανισμέναις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνο μὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι τοῖς περικύκλῳ αὐτῶν. Ῥᾴδιον ἦν καὶ λίαν εὐπετὲς, πάσῃ τῇ γῇ τοῦ Ἰσραὴλ συντόμως ἐπαγγείλασθαι τὰ ἀγαθὰ, ἀλλὰ κατ' εἶδος καὶ ὀρῶν, καὶ φαράγγων, καὶ βουνῶν, καὶ πόλεων, καὶ τῶν ἄλλων ἁπάντων μέμνηται, τοὺς διὰ τὴν ἐρημίαν ἀθυμοῦντας ψυχαγωγῶν. εʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἦ μὴν ἐν πυρὶ ζήλου μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν ἅπασαν, ὅτι ἔδωκαν τὴν κατάσχεσίν μου ἑαυτοῖς εἰς κλη ρονομίαν μετ' εὐφροσύνης, ἐξ ὅλης καρδίας ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ. Λίαν με, φησὶ, παρώξυνεν ἥ τε τῆς Ἰδουμαίας, καὶ ἡ τῶν ἄλλων ἐθνῶν θρασύτης, ᾗ κατὰ τῆς ἐμῆς ἐχρήσαντο γῆς, τῇ ταύτης εὐφραινόμενοι ἐρημίᾳ, καὶ προσδοκήσαντες ταύτης κρατήσειν, καὶ τὰς ἐν αὐτῇ κατοικούσας αἰχμαλωτεύσειν ψυχάς. Τούτου χάριν τὰς κατ' αὐτῶν ἐξήνεγκα ψήφους. ʹ. Προφήτευσον τοίνυν, ὦ προφῆτα, πάλιν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὲ τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς. ζʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ αἴρω τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν· οὗτοι τὴν ἀτιμίαν αὑτῶν λή ψονται. Ὁ καθ' ὑμῶν, φησὶ, γενόμενος ὀνειδισμὸς παρεσκεύασε τὴν κατὰ τῶν ὀνειδισάντων ἐξενεχθῆναι ψῆφον, καὶ ἐκεῖνοι μὲν τῆς κατ' ἐμοῦ ἀσεβείας, καὶ τῆς καθ' ὑμῶν μνησικακίας τε καὶ θρασύτητος δρέψονται τοὺς καρπούς. ηʹ. Ὑμῶν δὲ, ὄρη Ἰσραὴλ, τὴν σταφυλὴν, καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου Ἰσραὴλ, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. Βε βαιώσω, φησὶ, τοῦ λαοῦ τὴν ἐλπίδα, καὶ ἐμπεδώσω αὐτοῦ τὴν ἀγαθὴν προσδοκίαν, καὶ ἐπανήξει, καὶ τῶν παρ' ὑμῖν φυομένων ἀπολαύσεται καρπῶν. Τοῖς δὲ ὄρεσι δῆλον ὅτι οὐχ ὡς ἐμψύχοις διαλέγεται· ἄλογα γὰρ καὶ ἄψυχα· τῇ δὲ πρὸς τὰ ἄψυχα δια λέξει παραμυθεῖται τοὺς τούτων οἰκήτορας, τὰ ἀγαθὰ τούτοις ἐπαγγελλόμενος. θʹ-ιαʹ. Ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε. 81.1180 Καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πάντα οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ αἱ ἔρημοι οἰκοδομηθήσονται. Καὶ πληθυνῶ ἀνθρώπους ἐφ' ὑμᾶς, καὶ κτήνη, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται, καὶ κατοικιῶ ἐφ' ὑμᾶς, ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔτη τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Οὐ τὰ ὄρη γνώσονται, ἀλλ' οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦν τες. Ταῦτα δὲ πέρας ἔλαβε μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον· καὶ μαρτυρεῖ τὰ πράγματα· πλήρεις γὰρ τῆς Παλαιστίνης αἱ πόλεις τῶν ἐνοικούντων, ἀνῳκο δόμηνταί τε πᾶσαι, καὶ λαμπρότητι διαπρέπουσιν· ἐκείνη δὲ μόνη μεμένηκεν ἔρημος, ἐν ᾗ κατὰ τοῦ ∆εσπότου καὶ Σωτῆρος λυττήσαντες Ἰουδαῖοι, τὸ κατὰ τὸν σταυρὸν δεδράκασι τόλμημα, πᾶσι μὲν ἀνθρώποις σωτηρίαν, σφίσι δὲ αὐτοῖς