1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

88

θαλάσσης;" Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον· οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος. λγʹ. Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώ πους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν· τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί· Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι· Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς. (λδ- λʹ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου. Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστή σονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν. Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε ὁ περὶ τὴν ἐμπορίαν πόνος, ἡ τῶν ἐθνῶν ἁπάντων ἄφιξις. ∆ίκην γὰρ σκάφους ὑποβρύχιος γενομένη συνεκαλύφθης τῇ τῶν κακῶν ἀωρίᾳ, οἷόν τινα κύματα δεξαμένη τὰς τῶν πολεμικῶν ταγμάτων νιφάδας. Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε 81.1088 θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφα νεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενη μένην· θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπλη ξιν σημανοῦσι. Τὸ δὲ, "οὐκέτι ἔση εἰς τὸν αἰῶνα," κατὰ τὴν ἤδη γενομένην ὑφ' ἡμῶν ἑρμηνείαν νοήσο μεν. Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημέ νοις, οὐκ ἀποκνήσομεν. Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· "Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐ τοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν· κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι· κἂν ποιή σωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλά λησα τοῦ ποιῆσαι αὐτοῖς." Οὐκοῦν καὶ ἀποφαίνεται ὁ ∆εσπότης, καὶ λύει τὰς ἀποφάσεις, καὶ ἡ ἀλήθεια οὐ ψεύδεται. Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων· ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρ μακα δεξαμένων ἡ τῆς τιμωρίας ψῆφος ἀργεῖ. Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο· κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς· "Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται." Ἀλλὰ μετανοήσαν τας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν. Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον ἡ τῶν ἀπογόνων μεταβολή. ΚΕΦΑΛ. ΚΗʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧνὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσ σης· σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάν των ἡ ὑπερηφανία· "Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέ λυγμα ἔναντι Κυρίου·" καί· "Ὑπερηφάνοις Κύ ριος ἀντιτάσσεται·" καὶ ὁ θεῖος Ἀπόστολος· "Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου." Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος. Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων. Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους. Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον· εἶχε δὲ καὶ ὁρώμενον ἄρ χοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ 81.1089 δυσσεβείᾳ δεδουλωμένον. Πρὸς ἀμφοτέρους τοίνυν ὁ λόγος, ἀλλ' οὔτε τούτῳ, οὔτ' ἐκείνῳ πάντα ἁρμότ τει· ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ· τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ. Ὅ τε γὰρ διάβολος εἰς ἐκεί νην τὴν μανίαν ἐξώκειλε, καὶ λυττήσας Θεὸν