1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

48

τέθεικεν, ἐπειδὴ ἀετὸν προσηγόρευσε πλείστοις ὄνυξι κεχρημένον. "Καὶ εἰσήγαγεν αὐτὰ, φησὶν, εἰς πόλιν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά." Τὴν Βαβυ λῶνα διὰ τούτων ἐσήμανε· "πόλιν δὲ αὐτὴν Χαναὰν" ὠνόμασε, διὰ τὴν τῶν τρόπων συγγένειαν. εʹ. Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς πεδίον σπόριμον, λαβεῖν ῥίζωσιν φυτῶν· ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό. Τὸν Σεδεκίαν διὰ τούτου παρεδήλωσε· τοῦτον γὰρ ἀντὶ Ἰεχονίου χειροτονήσας βασιλέα, ἀπῆλθεν· οὐκέτι δὲ τὴν Ἱερουσαλὴμ Λίβανον ὀνο μάζει, ἀλλὰ "πεδίον σπόριμον," διὰ τὸ ταπεινοτέραν γενέσθαι τὴν βασιλείαν. Τὸ δὲ, "ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτὸ," τὴν ὑποταγὴν σημαί νει, καὶ τὸν ἐπιτεθέντα αὐτῷ δασμόν. ʹ. Ἀνέτειλε, φησὶ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, τοῦ ἐπι φαίνεσθαι τὰ κλήματα αὑτῆς ἐπ' αὐτὴν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγέ νετο εἰς ἄμπελον μεγάλην, καὶ ἐποίησεν ἀπ ώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς. Ἀσθενεστέρα λίαν ἐγένετο ἡ τελευταία τῶν Ἰουδαίων βασιλεία· τρὶς γὰρ ἤδη πολιορκίαν καὶ ἀνδραποδισμὸν ὑπομείναντες, καὶ εἰς πενίαν ἤλασαν, καὶ τοῦ πλή θους ἀπεστερήθησαν. ∆ιὰ τοῦτο λέγει, ὅτι "Ἐγέ νετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέ θει, καὶ τὰ κλήματα αὐτῆς ἐπ' αὐτήν." Οὐκέτι, φησὶν, ἐξετείνετο, κατὰ τὴν τοῦ ∆αβὶδ προφητείαν, ἕως θαλάσσης καὶ ἕως ποταμῶν, οὐδὲ ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ· τὸ δὲ, "Ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς," οὐ τὸ μέγεθος σημαίνει, ἀλλὰ τὴν πρὸς τὸν Αἰγύ πτιον φιλίαν. ∆ιὸ ἐπήγαγεν· 81.961 ζʹ. ηʹ. Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγα λοπτέρυγος, καὶ πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπε λος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὑτῆς ἐξ απέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ ἀπὸ τοῦ πρέμνου τῆς φυτείας αὑτῆς. Εἰς πεδίον καλὸν, ἐφ' ὕδατι πολλῷ αὕτη πίεται, τοῦ ποιῆσαι βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. Ἀετοὺς καλεῖ τοὺς βασιλέας διὰ τὴν ἡγεμονίαν· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τὴν κατὰ τῶν ὀρνέων ἡγεμονίαν λαχόν· διὰ δὲ τούτων τὸν τῶν Αἰγυπτίων ᾐνίξατο βασιλέα. Οὐάφρης δὲ οὗτος ἦν, καὶ μέμνηται αὐτοῦ Ἱερεμίας ὁ προφήτης· πρὸς γὰρ τοῦτον ὁ Σεδεκίας ἐσπείσατο τοὺς ὅρκους παραβὰς, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Ναβουχοδονόσορ ἐποιήσατο. Τὸ δὲ, "Ἐξαπέστειλεν αὐτῷ τὰ κλήματα αὑτῆς," τὰ χρήματα σημαίνει τὰ παρὰ τοῦ Σεδεκίου τῷ βασιλεῖ τῶν Αἰγυπτίων πεμ φθέντα. Ἔπεμψε δὲ, φησὶ, "τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ," ἵνα, φησὶ, καὶ τοῦ βασιλέως καὶ τῶν ὑπ ηκόων ὑπερμαχήσῃ· βῶλον γὰρ προσηγόρευσε τὸν λαὸν, ἐπιμείνας τῇ τροπῇ, ἐπειδὴ καὶ τὸν βασιλέα ἄμπελον ὠνόμασεν. Ἡ δὲ ἄμπελος ἐν τῇ γῇ πεφυ τευμένη, καὶ τὰς οἰκείας αὐτῇ δίδωσι ῥίζας, καὶ τὴν νοτίδα παρὰ ταύτης ἀρύεται. Ἔπεμψε τοίνυν, φησὶ, χρήματα τῶν Αἰγυπτίων τῷ βασιλεῖ ὁ Σεδεκίας, ὥστε διὰ τῆς ἐκείνου βοηθείας, καὶ αὐτὸν καὶ τὸν λαὸν ἀπολαῦσαι κηδεμονίας, "ἵνα ποιήσῃ βλαστοὺς, καὶ φέρῃ καρπόν·" ἄμπελος δὲ μείνασα, ἀντὶ τοῦ, μὴ ἀποβαλοῦσα τὴν ἀξίαν, ἣν ἔλαβε. θʹ. ∆ιὰ τοῦτο εἰπὲ Τάδε, λέγει Ἀδωναῒ Κύριος, Εἰ κατευθυνεῖ; Οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς αὐτῆς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; Ψευσθήσεται, φησὶ, τῆς ἐλπίδος, καὶ οὐ τεύξεται ὧν προσδοκᾷ· ἡ γὰρ τοῦ Αἰγυπτίου ἀρδεία, οὐ μόνον οὐδεμίαν ὠφέλειαν αὐτῇ προσοίσει, ἀλλὰ καὶ σηπεδόνα ταῖς ῥίζαις ἐργάσεται, καὶ τοὺς ἐκεῖθεν φυομένους ξηρανεῖ βλαστούς· τοῦτο δὲ καὶ δι' αὐτῶν συνέβη τῶν πρα γμάτων. Θαῤῥήσας γὰρ ὁ Σεδεκίας τῇ τοῦ Αἰγυ πτίου ἐπικουρίᾳ, παρέβη τὰς πρὸς τὸν Ναβουχοδονό σορ συνθήκας. Ὁ δὲ ἐπιστρατεύσας, καὶ αὐτὸν αἰχμάλωτον ἔλαβε, καὶ τὸν λαὸν ἐξηνδραπόδισε, καὶ τὴν πόλιν ἐνέπρησε. "Καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς." Οὐδὲ γὰρ πολλὴν, φησὶν, ὁ Αἰγύπτιος πέμψει αὐτῷ στρατείαν, καὶ αὐτὴ δὲ αὕτη οὐ μόνον αὐτὸν οὐδὲν ὀνήσει, ἀλλὰ καὶ ἐκ ῥιζῶν ἀνα σπάσει. ιʹ. Καὶ ἰδοὺ πίεται, μὴ κατευθυνεῖ; Καὶ τέως, φησὶ, θαῤῥεῖ τῇ