1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

41

δὲ τῷ τραχήλῳ περιτιθέμενον, τὸν τοῦ νόμου ζυγόν· ἐνώτιον δὲ τῷ μυκτῆρι ἐμβαλόμε νον, τὴν διὰ τῶν ἐντολῶν τῆς κακίας ἀνατροπὴν, χαλινοῦ δίκην προσφερομένην ἐκ μεταφορᾶς τῶν ταύρων, οἳ τὸν σιδηροῦν χαλινὸν ταῖς ῥισὶ δέχονται, καὶ δι' ἐκείνου τῇδε κἀκεῖσε περιάγονται. Ὅτι δὲ καὶ βουσὶν ἀπείκασεν αὐτῶν τὴν θρασύτητα, μάρτυς ὁ προφήτης Ὠσηὲ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· "Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ." Ἐνώτια δὲ τοῖς ὠσὶ προσφερόμενα τὴν ἀγαθὴν λέγει διδασκαλίαν, κόσμον ταῖς ἀκοαῖς διὰ τῆς εὐπειθείας προσφέρουσαν· στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάν των τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν. ιγʹ. Καὶ ἐκοσμήθης χρυσίῳ, καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα. Καὶ τούτων δὲ ἕκαστον δυνατὸν οὕτω νοῆσαι· κἀκεῖνο δὲ προσήκει προσθεῖναι τοῖς εἰρημέ νοις, ὅτι οὐ πνευματικὰ μόνον διὰ τῶν εἰρημένων αἰνίττεται, ἀλλὰ καὶ τὴν σωματικὴν εὐπραξίαν ση μαίνει. Εὐθὺς μὲν γὰρ ἐξελθόντες ἐξ Αἰγύπτου ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους, τῆς βιαίας ἐργασίας δίκαιον ἀπαιτοῦντες μισθόν. Καὶ μέντοι καὶ τῶν τὴν Παλαιστίνην οἰκούντων ἐθνῶν πάντα τὸν πλοῦτον ἐληΐσαντο. Σημαίνει τοίνυν, πρὸς τοῖς πνευ ματικοῖς, καὶ τὴν σωματικὴν περιουσίαν ∆ιὸ ἐπ άγει· "Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες." Πάντων, φησὶ, τῶν ἐκ γῆς ἀπήλαυσας ἀγαθῶν. Καὶ ἐγένου καλὴ σφόδρα, σφόδρα. Εἶχες τὸν νόμον πλη ροῦσα τὴν ἀπὸ τῆς εὐνομίας εὐπρέπειαν. "Καὶ κατευ θύνθης εἰς βασιλείαν." Οὕτω, φησὶν, ηὐξήθης, ὡς φοβερὰ γενέσθαι πᾶσι τοῖς ἐκ γειτόνων, καὶ βασιλι κῆς ἀπολαύειν τιμῆς. Τοῦτο γὰρ ᾐνίξατο, δι' ὧν ἐπήγαγεν, ιδʹ. Καὶ ἐξῆλθέ σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου. Ἐπίσημος γὰρ ἐγένου, καὶ πολυθρύλλητος πανταχοῦ. Εἶτα καὶ τὴν τούτου αἰτίαν φησί· "∆ιότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ, ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Ἀδωναῒ Κύριος." Ἐγὼ γάρ σοι τῆς εὐπρεπείας ταύτης ἐγενόμην αἴτιος, ἐντολαῖς καὶ νόμοις ἰδίοις κατακοσμήσας. ιεʹ. Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου. Αὕτη τῶν κακῶν ἡ ἀρχὴ, τὸ καταλιπεῖν μὲν τὴν θείαν ἐλπίδα, τοῖς δὲ οἰκείοις ἐναβρύνεσθαι κατορθώμασι. "Καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορ νείαν σου ἐπὶ πάντα πάροδον· αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται." Ὀνομαστοτάτη, φησὶ, γενομένη, καὶ μέγα διὰ τοῦτο φρονήσασα, ἐμοῦ μὲν ἀπέστης, εἰς ἐσχάτην δὲ ἀκολασίαν ἐξώκειλας, οὐχ ἕνα ἐραστὴν, οὐδὲ δύο δεχομένη, ἀλλὰ πάντα τὸν διὰ σοῦ παρελθεῖν 81.940 ἐθελήσαντα· καὶ συνεγίνου ἑκάστῳ παρανόμως δε χομένη τὴν συνουσίαν. Τοῦτο γὰρ παρεδήλωσεν εἰρη κώς· "Αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται·" τουτέστι, Συνήπτου ἑτέροις, οὐδαμόθεν αὐτοῖς ἁρμόττουσα· ἐμοὶ γὰρ σαυτὴν ἐξ ἀρχῆς ἀνατέθεικας. Πορνείαν δὲ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ· πάντα δὲ πάρ οδον, τὰς διαφοροὺς τῶν δαιμόνων ἐπιβουλάς. ιʹ. Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίη σας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπ' αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς, ἃ οὐκ ἔσται, οὐδὲ μὴ γένηται. Καινὰ, φησὶ, καὶ παράδοξά σου τὰ τῆς εἰδωλολατρείας ἐπιτηδεύματα. Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόη σας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος. ιζʹ. Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ ἀργυρίου μου καὶ ἐκ τοῦ χρυσίου μου, ἐξ ὧν δέδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀῤῥενικὰς, καὶ ἐπόρνευσας ἐν αὐταῖς. Παρ' ἐμοῦ, φησὶ, τὸν ἄργυρον, καὶ τὸν χρυσὸν λαμβάνουσα, θεοὺς ἐκ τῶν ἐμῶν κατασκευάζεις δωρεῶν, καὶ τούτους τῆς ἐμῆς προείλου θεραπείας. Εἰκόνας δὲ ἀῤῥενικὰς ὠνό μασεν, ἐπειδὴ πορνείαν τὴν εἰδωλολατρείαν τροπι κῶς ὀνομάζει. ιηʹ, ιθʹ. Καὶ ἔλαβες, φησὶ, τὸν ἱματισμόν σου τὸν ποικίλον, καὶ περιέβαλες αὐτὰ, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐ τῶν. Καὶ τοὺς ἄρτους, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ μέλι, καὶ ἔλαιον ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν