1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

45

Σόδομα κεῖται· νο τιώτερα γάρ· ἐξ εὐωνύμων δὲ ἡ Σαμάρεια, βορειο τέρα διακειμένη. Θυγατέρας δὲ καὶ ταύτης κἀκείνης τὰς ὑποκειμένας καὶ πόλεις καὶ κώμας ὀνομάζει. ∆εῖξαι δὲ βουλόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἐπήγαγεν· μζʹ. Καὶ οὐδ' ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύ θης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου. Ηὔξησας, φησὶν, ἐπινοίαις τὰ πο νηρὰ ἐκείνων ἐπιτηδεύματα, καὶ κινδυνεύεις τὰ νι κητήρια τῆς ἀσεβείας λαβεῖν. μηʹ. Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ ἐποίησε Σόδομα ἡ ἀδελφή σου αὕτη, καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ, καὶ αἱ θυγατέ ρες σου. Εἶτα δείκνυσι τὸ διάφορον. μθʹ, νʹ. Πλὴν τὸ ἀνόμημα Σοδόμων ἐν ὑπερη φανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων καὶ εὐθηνίαις ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν ἐν αὐτῇ, καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς· καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβά νοντο, καὶ ἐμεγαλαύχουν. Καὶ ἐποίησαν ἀνο μήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτὰς, καθὼς εἶδον. Ὑπερμαζήσαντες, φησὶ, τῇ τῶν ἀγαθῶν ἀφθο νίᾳ εἰς ὑπερηφανίαν καὶ ἀλαζονείαν ἐξώκειλαν, καὶ ὑπερεώρων τοὺς ἐν ἐνδείᾳ οἱ πάσης χλιδῆς ἀπο λαύοντες· ὅθεν εἰς τὴν ἐσχάτην ἀκολασίαν ἐξέπε σαν, καὶ δίκας ὑπέμειναν τῶν ἀσεβημάτων ἀξίας. ναʹ. Καὶ Σαμάρεια κατὰ ἡμίση τῶν ἁμαρτη μάτων σου οὐχ ἥμαρτεν, καὶ ἐπλήθυνας τὰς ἀνο μίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ πάσαις 81.952 ταῖς ἀνομίαις σου αἷς ἐποίησας. Ταύτην δὲ τὴν παρεξέτασιν οὐ κατὰ μόνην ποιεῖται τὴν τῆς ἁμαρ τίας ποιότητα, ἀλλὰ κατὰ τὴν τῆς κηδεμονίας. Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμά ρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ' ἕτε ρον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη. Καὶ τὰ Σόδομα δὲ οὔτε προφήτην εἶχεν, οὔτε νομοθέτην, μόνης δὲ τῆς τοῦ φυσικοῦ νόμου διδασκαλίας ἀπήλαυε. Σὺ δὲ καὶ νόμον ἔχουσα, καὶ ἱερέας, καὶ προφήτας, καὶ τὸν θεῖον νεὼν, καὶ τὴν ἔννομον λατρείαν, τὴν ἐκείνων ἀσέβειαν ἐπετήδευσας· διὸ συγγνώμης ἐκείνας ἀπο φαίνεις ἀξίας. νβʹ. Καὶ σὺ κόμισαι τὴν βάσανόν σου ὑπερ βάλλουσαν, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐ τὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν. Οὐχ ἁπλῶς εἶπεν, ἐδικαίωσας, ἀλλ' ὑπὲρ σεαυτήν. Σὺ μὲν γὰρ, τὴν ἐκείνων παρανομίαν μιμησαμένη, οὐκ ἔχεις ἀπολογίαν ὑπὸ νόμου καὶ προφητῶν βοη θουμένη· ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερ βολὴν τυχεῖν συγγνώμης ἐθέλουσι. ∆έξαι τοίνυν τῶν σῶν ἐπιτηδευμάτων τὴν τιμωρίαν, δι' ὧν κἀ κείναις ἐπιβλαβὴς ἐγένου. "Καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου, ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελ φάς σου." Ὅταν τις ἐν τιμῇ ὢν μὴ συνίῃ, ἀτιμίᾳ περιβληθεὶς εἰς αἴσθησιν ἔρχεται τῆς προτέρας τι μῆς. Καὶ Ἱερουσαλὴμ τοίνυν, τὴν ὑπὸ τοῦ Θεοῦ δο θεῖσαν αὐτῇ μὴ γνωρίσασα τιμὴν, διὰ τῆς πολιορ κίας καὶ αἰχμαλωσίας τὸν ἑαυτῆς ἐπέγνω Θεόν· διὸ βοᾷ ὑπὸ τοῦ μακαρίου διδαχθεῖσα ∆αβίδ· "Ἡ αἰσ χύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος." νγʹ. Καὶ ἀποστρέψω, φησὶν, ἀποστροφὰς αὐ τῶν, τὴν ἀποστροφὴν Σοδόμων, καὶ τῶν θυγα τέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστρο φὴν Σαμαρείας, καὶ τῶν θυγατέρων αὐτῆς. Προσ ήκει τὰ τῆς Γραφῆς ἰδιώματα εἰδέναι· οὔτε γὰρ δυνατὸν ἑτέρως αὐτῆς τὸν σκοπὸν διαγνῶναι. Ἔχει τοίνυν πρὸς ἄλλοις πολλοῖς καὶ τοῦτο ἰδίωμα, τὸ καὶ τὰ γεγενημένα, ὡς ἐσόμενα λέγειν, καὶ τὰ ἐσόμενα ὡς γεγενημένα. Οὕτω τοίνυν κἀνταῦθα τὰ ἤδη γε γενημένα, ὡς ἐσόμενα λέγει· Ἀπεστράφη με Σό δομα, καὶ αἱ ὑπ' αὐτὴν πόλεις· ὡσαύτως δὲ καὶ ἡ Σαμάρεια σὺν τοῖς ὑπηκόοις. Ἀλλὰ κἀγὼ ἀπεστρά- φην καὶ δίκας ὧν ἥμαρτεν ἐπραξάμην. Καὶ σοῦ δὲ πάλιν ὡσαύτως ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν· (νδʹ.) ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με. 81.953 Ταὐτὰ, φησὶν, ἐκείναις πείσῃ καὶ σὺ, καὶ ὧν εἰς ἐμὲ πεπλημμέληκας δώσεις τὰς δίκας. νεʹ. Καὶ ἡ