1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

72

εἰς τὴν τῶν δαμάλεων ἐξώκειλεν ἀσέβειαν, διχῆ τῆς βασιλείας διαιρεθεί σης. εʹ. Καὶ ἐξεπόρνευσε, φησὶν, ἡ Ὀολλὰ ἀπ' ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὑτῆς. Ὡς ἐπὶ γυναικὸς δὲ τὸ τῶν ἐραστῶν ὄνομα τέθεικεν· αἰ νίττεται δὲ καὶ παραδηλοῖ τοὺς δαίμονας, οἷς λα τρεύουσα διετέλεσεν. Εἶτα καὶ τὰ εἴδη τῆς ἀσεβείας διδάσκει. Καὶ τοὺς Ἀσσυρίους, φησὶ, τοὺς ἐγγίζοντας αὐτῇ. (ʹ, ζʹ.) Ἐνδεδυκότας ὑακίνθινα ἡγουμέ νους, καὶ στρατηγοὺς, νεανίσκους ἐπιλέκτους πάντας, ἱππαζομένους ἐφ' ἵππων. Καὶ ἔδωκε τὴν πορνείαν αὑτῆς ἐπ' αὐτοὺς, ἐπὶ τοὺς ἐπιλέκτους υἱοὺς Ἀσσυρίων πάντας ἐφ' οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὑτῆς ἐμιαίνετο. Λέγει μὲν αἰνιγματωδῶς "νεανίσκους ἐπιλέκτους ἐνδεδυκό τας ὑακίνθινα," τὰ οὕτως ὑπ' αὐτῶν γραφόμενά τε καὶ σχηματιζόμενα εἴδωλα· καὶ γὰρ εἰώθεισαν ἅπαντες οἱ πάλαι ἀσεβοῦντες τὰ πολιτευόμενα παρ' αὐτοῖς σχήματα τοῖς ἑαυτῶν περιτιθέναι θεοῖς. Ἕλληνες μὲν γὰρ, καὶ Ῥωμαῖοι, τὸν Ἄρηα κατὰτὸ ἴδιον αὑτῶν τῆς σκευῆς ἐξοπλίζουσι σχῆμα· Πέρσαι δὲ κατὰ τὸ σφέτερον· καὶ ἄλλως Ἰνδοὶ καὶ ἑτέρως Αἰθίοπες, ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὀνο μαζομένων ἐθνῶν. ∆ιδάσκει δὲ ὅμως, καὶ ὅτι αὐτοὶ πρότεροι τοὺς Ἀσσυρίους ἐκάλεσαν εἰς βοήθειαν, τῆς τοῦ Θεοῦ συμμαχίας καταφρονήσαντες· τὸν γὰρ Φοὺλ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, εἰς ἐπικουρίαν κατὰ τῶν Σύρων παρακαλέσαντες, δασμὸν αὐτῷ καὶ φόρον φέρειν ὑπέσχοντο· ἐντεῦθεν λοι πὸν ἡ ἐπιμιξία εἰσήγαγε τὴν ἀσέβειαν. Εἶτα ἐπάγει· ηʹ. Καὶ τὴν πορνείαν αὑτῆς τὴν ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν. Συν αφθεῖσα, φησὶ, τοῖς Ἀσσυρίοις, καὶ τὴν τούτων δει σιδαιμονίαν ἐκμαξαμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἠμέλησε μαθημάτων, ἀλλὰ κἀκεῖνα λίαν ἐπιμελῶς φυλάττουσα διετέλεσεν. Οὕτω διηγησάμενος τῆς ἀσεβείας τὰ εἴδη, καὶ τῆς τιμωρίας τὸ δίκαιον ὑπο δείκνυσι. θʹ. ∆ιὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας ἐρα στῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ' οὓς 81.1037 ἐπετίθετο. Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας. ιʹ. Αὐτοὶ, φησὶν, ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῶν ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν, καὶ ἐγένετο λά λημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας. Οὕτω, φησὶν, ὑπ' ἐμοῦ προεθεῖσα τῇ πείρᾳ μεμάθηκε, τίς μὲν ἡ ἐμὴ κοινω νία, τίς δὲ ἡ τῶν ἐραστῶν αὐτῆς πονηρία. Παραυτίκα γὰρ ὑποχείριον αὐτὴν λαβόντες, πρῶτον μὲν αὐτῆς τῇ τιμωρίᾳ τὴν πορνείαν ἐγύμνωσαν, ἔπειτα δὲ λίαν ὠμῶς καὶ ἀνηλεῶς κατέσφαξαν· τοὺς δὲ υἱοὺς αὐ τῆς, καὶ τὰς θυγατέρας δορυαλώτους ἀπήγαγον, πᾶσα δὲ πόλις τὰ κατ' αὐτὴν θρυλλεῖ. Γυναῖκας γὰρ πάλιν τροπικῶς τὰς πόλεις ὠνόμασε. Οὐ μόνον δὲ εἰς αὐ τὴν ταύτην ἔδειξαν τὴν ὠμότητα· ἀλλὰ καὶ εἰς ταύ της θυγατέρας· λέγει δὲ τὰς ὑπηκόους πόλεις καὶ κώμας. Ταῦτα δὲ ὑπέμειναν αἱ δέκα φυλαί· πρῶτον μὲν ὑπὸ Θεγλαθφαλάσαρ· ἔπειτα δὲ ὑπὸ τοῦ Σαλμα νάσαρ· Ἀσσυρίων δὲ οὗτοι βασιλεῖς. Οὕτω διηγησά μενος τὰ κατὰ τὴν Σαμάρειαν, ἐπὶ τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον, καί φησι· ιαʹ, ιβʹ. Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ἡ Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὑτῆς ὑπὲρ αὐτὴν (ὁ δὲ Ἀκύλας τὴν ἐπίθεσιν, ἐπιπόθησιν ἡρμήνευσε), καὶ τὴν πορνείαν αὑτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὑτῆς ἐπλήθυνεν. Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατη γοὺς τοὺς ἐγγὺς αὐτῆς, καὶ ἐνδεδυκότας εὐ πάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων, νεανί σκους ἐπιλέκτους πάντας. Ταὐτὰ, φησὶ, καὶ ἡ Ἱερουσαλὴμ τῇ Σαμαρείᾳ δέδρακε· καὶ ὁμοίως τὰς πρὸς ἐμὲ συνθήκας πατήσασα, τοὺς Σύρων θεοὺς προτετίμηκε· τῇ γὰρ τούτων συμμαχίᾳ θαῤῥήσασα, καὶ τῆς ἐμῆς ἐπικουρίας καταφρονήσασα. ∆ιὰ γὰρ τῶν ἡγεμόνων καὶ στρατηγῶν τὴν γενομένην αὐτοῖς συμμαχίαν ᾐνίξατο. ιγʹ. Καὶ εἶδον, φησὶν, ἐγὼ, ὅτι μεμίανται ὁδὸς μία τῶν δύο. Παραπλήσια, φησὶν, αὐτῶν, καὶ ἐφά μιλλα τὰ ἐπιτηδεύματα. ιδʹ-ιʹ. Καὶ προσέθετο