1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

89

ἑαυ τὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε· καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός. ∆ιὸ πρὸς αὐτὸν ὁ Θεός φησι· "Σὺ δὲ εἶ ἄνθρω πος, καὶ οὐ Θεός." Καὶ κατὰ σύγκρισιν· γʹ. Μὴ σοφώτερος εἶ σὺ τοῦ ∆ανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὑτῶν. Τοσ οῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω. Ὁ μὲν γὰρ ∆ανιὴλ καὶ τὴν θείαν εἶχε σοφίαν, καὶ τὴν Χαλδαίαν προσέλαβεν ἐπιστήμην· σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀν θρώπων οὐ προσέλαβες ἐπιστήμην. Εἶτα ἀπὸ τῶν πραγμάτων ὁ ἔλεγχος· δʹ, εʹ. Μὴ ἐν τῇ ἐπιστήμῃ σου, ἢ ἐν τῇ φρονή σει σου, ἐποίησας σεαυτῷ δύναμιν, καὶ περι εποιήσω ἀργύριον καὶ χρυσίον ἐν τοῖς θησαυ ροῖς σου; Ἣ ἐν τῇ πολλῇ σου ἐπιστήμῃ καὶ τῇ ἐμπορίᾳ σου, ἐπλήθυνας δύναμίν σου, καὶ ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου; ∆ι' αὐ τῶν, φησὶ, μάθε τῶν πραγμάτων, ὡς οὐκ ἐκ τῆς σῆς σοφίας, ἀλλ' ἐκ τῆς ἐμῆς χορηγίας, ταύτην ἔσχες τὴν ἐμπορίαν, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν. Βουλη θεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυ μνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπι στήσω τὴν πεῖραν. Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω· γυμνούμενος δὲ, καὶ ἔρη μος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον. Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς. ʹ-ιʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ· Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Καὶ καταβιβάσουσί σε, καὶ ἀπο θανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. Μὴ λέγων ἐρεῖς· Θεός εἰμι, ἐνώπιον τῶν ἀναι ρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε. Θανάτοις ἀπε ριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ 81.1092 σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυό μενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνο μάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσ ηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι· ἡ γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παρα πλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμε νος. Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἡ ἀπόφασις· τοῦτο γὰρ ἐσήμανεν· "Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναῒ Κύριος." Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμέ νῳ Τυρίων ἄρχοντι· διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν. Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι. ∆ιὸ καὶ ὁ θεῖος Ἀπόστολος λέγει "Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυ μίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους." Καὶ αὐ τὸς δὲ ὁ Θεὸς διὰ τοῦ μεγάλου Μωσέως· "Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." ∆ιὰ τούτων τοίνυν τῶν πάλαι ἀσυνέτων, καὶ ἀνοή των, καὶ πλανωμένων, καὶ στυγητῶν, καὶ λοιμῶν, καὶ ἀλλοτρίων, καὶ ἐθνικῶν, τὴν τοῦ διαβόλου κατά λυσιν ὁ προφητικὸς προαγορεύει λόγος. Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν· "Ὑμεῖς γὰρ, φησὶν, οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε." Τούτους λέγει ταῖς ἑαυτῶν μαχαίραις τῆς τοῦ διαβόλου ἐπι στήμης τὸ κάλλος ἀφανίζειν καὶ φροῦδον ποιεῖν, ἀντὶ τοῦ, τὰς σὰς καταλύσουσι μηχανὰς, καὶ τὰς κατὰ τῶν ἀνθρώπων παύσουσιν