1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

29

καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα· Οἴμοι, οἴμοι, Ἀδωναῒ Κύριε, εἰς συντέ λειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; Ὁρᾷ τὴν ἐνέργειαν ὁ προφήτης ἐκείνων, οἳ κόπτειν ἀφειδῶς προσετάχθησαν τὴν πόλιν, καὶ δείσας μὴ τὴν πανωλεθρίαν ὑπομείνῃ, πάντων ἀναιρουμένων· ἐπελάθετο γὰρ ἐκ τῆς ἀθυμίας ὡς πολλοὶ τὰ τῆς σωτηρίας ἐδέξαντο σημεῖα· τὸν φιλάνθρωπον ἱκε τεύει ∆εσπότην ἐλέῳ κεράσαι τὸ δίκαιον· διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν· οἱ δὲ ἤδη αἰχμάλωτοι ἀπ αχθέντες, κἀν τῇ ξένῃ παραψυχῆς ἀπολαύσουσι, καὶ ἐπανόδου τεύξονται. ιεʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, οἱ ἀδελφοί σου, καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου, καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ συντετέλεσται. Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν. "Οἷς εἶπον αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλὴμ, Μακρὰν ἀπέχετε ἀπὸ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν." Ἐπιτωθάζοντες ἐκείνοις οἱ νῦν τὴν Ἱερουσαλὴμ οἰκοῦντες λέγειν ἐτόλμων, ὡς Ὑμᾶς μὲν πόῤῥω ἑαυτοῦ πε ποίηκεν ὁ ∆εσπότης, ἡμῖν δὲ τὴν τῆς ἐπαγγελίας ἀπεκλήρωσε γῆν· διὰ τοῦτο, φησὶ, πᾶν τοὐναντίον γενήσεται, καὶ ὑμᾶς μὲν παραδώσω σφαγῇ, ἐκείνων δὲ ποιήσομαι πρόνοιαν. ι ϛʹ. ∆ιὰ τοῦτο εἶπε· Τάδε λέγει Ἀδωναῒ Κύ ριος, ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσο μαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ. Τέως μὲν γὰρ αὐτοὺς αἰ χμαλώτους, καὶ μετοίκους, καὶ σποράδας πεποίηκα· ἀλλ' ὅμως ἐν τῇ μετοικίᾳ, τῇ προσδοκίᾳ τῆς τῶν συμφορῶν μεταβολῆς, καὶ τῇ ἐλπίδι τῶν ἀγαθῶν, παραψυχὴν αὐτοῖς παρέξομαι· καὶ τοῦτο παρ εδήλωσεν εἰπών· "Ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μι κρόν." Οὐκ εἰς μακρὰν δὲ πάλιν αὐτοὺς ἀποκατα στήσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν. ιζʹ, ιηʹ. Συνάξω γὰρ, φησὶν, αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐ τοῖς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξάξουσι πάντα τὰ βδελύγματα αὐτῆς, καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. Τοῦτο δὲ ἡ τοῦ Ἔσδρα ἱστορία διδάσκει, καὶ τῶν Μακκα βαίων ἡ συγγραφή. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τῆς τῶν εἰδώλων ἀποστάντες λατρείας, ἐπιμελῶς τὸν τῶν ὅλων Θεὸν θεραπεύοντες διετέλουν. ιθʹ. Καὶ δώσω αὐτοῖς, φησὶ, καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. ∆ιὰ τούτων δὲ οὐ τοῦ αὐτεξουσίου τὴν ἀναίρεσιν παρεδήλωσεν, ἀλλὰ 81.901 τὴν ἐσομένην ἀντίληψιν παρ' αὐτοῦ, καὶ συμμαχίαν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· πνεῦμα δὲ καινὸν ἐκάλεσε τὴν ἐπὶ τὰ καλὰ τῆς ψυχῆς ὁρμήν· ἐπειδὴ γὰρ εἰς τἀναντία ἔῤῥεπον, τὴν ἐπὶ τὸ κρεῖττον μετα βολὴν καινὸν προσηγόρευσε πνεῦμα· ὥσπερ γὰρ εἰρηκὼς ἑτέραν καρδίαν, οὐ φύσεως μεταβολὴν ἐσήμανεν, ἀλλὰ τῆς γνώμης τὴν ἐπὶ τὸ κρεῖττον ῥοπήν· οὕτω καὶ διὰ τοῦ πνεύματος τοῦ καινοῦ ταυτὸ τοῦτο ἐδήλωσε· μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· "Καὶ ἐκσπάσω γὰρ, φησὶ, τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην." Καὶ οὐδεὶς ἂν τῶν ἐχεφρόνων φύσιν λίθου τὴν λιθίνην ὑπολάβοι καρδίαν, ἀλλὰ τὴν ἀπειθῆ, καὶ ἀτεράμονα, καὶ εἴκειν Θεῷ μὴ βουλομένην· σαρκίνην δὲ πάλιν, τὴν εὐπειθῆ καὶ εὐήκοον. κʹ. Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύων ται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται, καὶ ποιήσωσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι. Ταῦτα εἰρηκὼς περὶ τῶν ἤδη δορυ αλώτων γενομένων, πάλιν ἐπανάγει τὸν λόγον περὶ τῶν τὴν Ἱερουσαλὴμ τηνικαῦτα οἰκούντων. καʹ. Αὐτῶν δὲ, φησὶν, εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρο νίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας. κβʹ,