1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

28

χωριζόμενοι· ἐπωχεῖτο δὲ ἡ τοῦ Θεοῦ δόξα, οὐκ αὐτὸς ὁ Θεός· ἀπερίγραπτος γὰρ, καὶ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν· ἀλλ' ἡ τούτου δόξα ἡ πρὸς τὰς οἰκονομίας ἐπιφαινομένη. κʹ. Τοῦτο, φησὶ, τὸ ζῶόν ἐστιν ὃ εἶδον ὑπο κάτω Θεοῦ Ἰσραὴλ, ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι. Τῆς μὲν γὰρ θεωρίας καὶ ἤδη πρότερον ἀπήλαυσα· τὴν δὲ προσηγορίαν ἐπὶ τοῦ παρόντος μεμάθηκα. Καὶ ἐντεῦθεν δὲ σα φῶς ἔστι μαθεῖν, ὡς οὐκ αὐτὴν εἶδε τῶν ἀοράτων φύσεων τὴν οὐσίαν, ἀλλ' εἰκάσματά τινα καὶ ἰνδάλ ματα· ἐν μὲν γὰρ τῇ προτέρᾳ ὀπτασίᾳ τέσσαρας πτέρυγας ἔφη ἔχειν τὸ ἓν Χερουβὶμ, ἐνταῦθα δὲ ὀκτώ· οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη· ἐπειδὴ γὰρ πλείονα γνῶσιν ὁ προφήτης ἐκ τῆς θείας διαλέξεως ἔλαβεν, αἱ δὲ πτέρυγες γνώσεως παραδηλοῦσιν ὀξύ τητα, τὴν γενομένην αὐτῷ τῆς γνώσεως προσθήκην σημαίνων, διπλᾶς αὐτῷ δείκνυσι τῶν Χερουβὶμ τὰς πτέρυγας· καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως. ΚΕΦΑΛ. ΙΑʹ. αʹ, γʹ. Καὶ ἀνέλαβέ με, φησὶ, Πνεῦμα, καὶ ἐξ ήγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης, ὡς εἰκοσι πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν Ἰεζονίαν τὸν τοῦ Ἰεζὲκ, καὶ Φαλτίαν τὸν Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ. Καὶ εἶπε. Κύριος πρός με· Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμε νοι μάταια, καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, οἱ λέγοντες· Οὐχὶ προσφά 81.897 τως ᾠκοδόμηνται οἰκίαι; Αὕτη ἐστὶν ὁ λέβης, ὑμεῖς δὲ τὰ κρέα. Κατηγορεῖ καὶ τῶν ἡγουμέ νων, καὶ τῶν ὑπηκόων, ὡς ἐναντία τῷ Θεῷ βου λευομένων, καὶ τοῖς προφήταις ἀντιλεγόντων, καὶ πείθεσθαι μὴ θελόντων ὅτι τοῖς πολεμίοις παραδο θήσονται, ἀλλὰ τὴν πόλιν οἰκήσουσι, κἀκεῖ δέξονται τοῦ βίου τὸ τέλος. Νεόδμητοι γὰρ, φησὶν, αἱ οἰκίαι, καὶ ἐν ταύταις κατοικήσομεν, καὶ τοῦ βίου τὸ πέρας δεξόμεθα· τούτου χάριν ἀγανακτῶν ὁ Θεὸς τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον διὰ τοῦ προφήτου προ λέγει. εʹ. Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ Πνεῦμα Κυρίου, καὶ εἶπε πρός με· Τάδε λέγει Κύριος. Τουτέστι, τῆς τοῦ Θεοῦ Πνεύματος ἐνεργείας ἀναπλη σθεὶς τάδε εἰπεῖν ἐκ προσώπου τοῦ Θεοῦ προσετάχθην. Οὕτως εἴπατε, οἶκος Ἰσραὴλ, καὶ τὰ διαβού λια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. ( ϛʹ, ηʹ.) Ἐπληθύνατε νεκροὺς ἐν τῇ πόλει ταύτῃ, καὶ ἐπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δέ ἐστιν ὁ λέβης, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομ φαίαν ἐπάξω ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Ὑμεῖς μὲν, φησὶ, λέβητα τὴν πόλιν ἀπεφήνατε, νεκρῶν αὐτὴν μυρίων ἐμπλήσαντες· τούτου χάριν οὐ τεύξεσθε ὧν ἐλπίζετε, οὐδὲ ἄλυπον δέξεσθε τοῦ βίου τὸ πέρας, ἀλλὰ τοῖς πολεμίοις, οὓς δεδοίκατε, παραυτίκα παραδοθήσεσθε, καὶ τῆς ἐκείνων ῥομ φαίας γενήσεσθε παρανάλωμα. θʹ. Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ πα ραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρῖμα. ∆ικαίως, φησὶν, ὑμᾶς τιμωρήσο μαι· ἐπειδὴ γὰρ ὑμεῖς τοὺς ὁμοφύλους ἀνείλετε, ἀλλοτρίοις καὶ πολεμίοις ἐνδίκως παραδοθήσεσθε. ιʹ. Ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἔξω, φησὶ, τῆς πόλεως τίσετε δίκας ὧν ἠσεβήσατε, καὶ διὰ τῆς πείρας μαθήσεσθέ με ∆εσπότην. ιαʹ, ιβʹ. Αὕτη ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς. Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Οὐκ ἀποθανεῖσθε, φησὶν, ἐν τῇ πόλει, οὐδὲ ταφῆς ἀξιωθήσεσθε ἐν αὐτῇ, κατὰ τὰς ὑμετέρας ἐλπίδας, ἀλλὰ πόῤῥω ταύτης ἀναιρεθήσεσθε· καὶ τὰς αἰτίας διδάσκων, "Ὅτι ἐν τοῖς δικαιώμασί μου, φησὶν, οὐκ ἐπορεύθητε, καὶ τὰ κρίματά μου οὐκ ἐποιήσατε· ἀλλὰ οὐδὲ κατὰ τὰ κρίματα τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν οὐκ ἐποιήσατε." Παρανομίας ὑπερβολὴ, καὶ δυσσεβείας μέγιστος ἔλεγχος, τὸ μὴ μόνον τὸν θεῖον παραβῆ ναι νόμον, ἀλλὰ καὶ τῶν ἀσεβείᾳ συζώντων ἐθνῶν δυσσεβέστερα δρᾷν. 81.900 ιγʹ. Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με,