1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

19

ἠπειλημένα. ιʹ. ∆ιὰ τοῦτο πατέρες φάγονται τέκνα ἀναμέ σον σου, καὶ τέκνα φάγονται πατέρας. Τοῦτο δὲ καὶ ἐν τῇ Βαβυλωνίων, καὶ ἐν τῇ Ῥωμαίων πο λιορκίᾳ γεγένηται, τῆς ὑπερβολῆς τοῦ λιμοῦ τὴν ἀνοσιουργίαν ἐργασαμένης. "Καὶ ποιήσω ἐν σοὶ κρίματα." Τουτέστι, δικαίως σοι δικάσω. "Καὶ δια σπερῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον." Οὐ δεῖται ἑρμηνείας λόγος, τῶν πραγμά των βοώντων. ιαʹ. ∆ιὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ἦ μὴν ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσοχθίσμασί σου, καὶ ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε. Ἅγια καλεῖ οὐ μόνον τὰ νόμιμα, ἀλλὰ καὶ τὸν ἀφορισθέντα αὐτῷ ναὸν, ὃν τῇ τῶν εἰδώλων ἐβεβήλωσαν στάσει· προσοχθίσματα δὲ καὶ βδελύγματα, τὰ εἴδωλα ὀνομάζει, βδελύ γματα μὲν ὡς βδελυγμίας μεστὰ, προσοχθίσματα τὰ ἀηδίας πάσης ἀνάμεστα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τῆς Ῥεβέκκας λεγόμενον· "Προσώχθικα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων, εἰ λήψεται Ἰακὼβ ὁ υἱός μου ἐξ αὐτῶν γυναῖκα, ἱνατί μοι ζῇν;" τουτέστι, Βδελύττομαι σφόδρα τὰς θυγατέρας τῶν Χαναναίων. Καὶ πάλιν ὁ Θεὸς διὰ τοῦ ∆αβὶδ, "∆ιὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλα νῶνται τῇ καρδίᾳ· τουτέστιν, Ἐβδελυξάμην. Καὶ πά λιν περὶ τοῦ παρανόμου, φησὶν ὁ αὐτὸς προφήτης "Κακίᾳ δὲ οὐ προσώχθισε", τουτέστιν, οὐκ ἐβδε λύξατο τὴν κακίαν. "Οὐ φείσεται ὀφθαλμός μου, καὶ οὐκ ἐλεήσω ἐγώ." Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται. Εἶτα διηγεῖται τὰ ἤδη ἡρμηνευμένα, ὅπως λιμῷ μὲν πα ραδώσει τὸ τέταρτον, καὶ θανάτῳ πάλιν τὴν ἄλλην μοῖραν· εἶτα τὴν ἄλλην τῇ διὰ τοῦ πολέμου σφαγῇ, καὶ τὸ λειπόμενον τέταρτον αἰχμαλωσίᾳ, τῆς τιμω ρίας πάλιν καὶ τούτοις ἀκολουθούσης. Καὶ ἐπάγει· 81.868 ιγʹ. Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ' αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς. Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων. Τὸ δὲ, "Συντελεσθήσεται ἡ ὀργή μου ἐπ' αὐτοὺς", ἀντὶ τοῦ, πέρας λήψεται. Μαθόντων δὲ αὐτῶν διὰ τῆς πείρας, ὅτι Θεός εἰμι, καὶ ∆εσπότης, ὅτι τὴν παρανομίαν αὐτῶν βδελυξάμενος τὴν τιμωρίαν ἐπήγαγον, παρα κληθήσομαι· ἐπὶ τοῦτο γὰρ καὶ τὰς κολάσεις ἐπ ήγαγον. ιδʹ. Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ εἰς ὄνει δος τοῖς κύκλῳ σου. Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν. "Καὶ τὰς θυγατέρας τὰς κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος." Θυγατέρας καλεῖ τὰς ὑποκειμένας πόλεις καὶ κώμας. ιεʹ. Καὶ ἔσῃ στενακτὴ, καὶ δήλη παιδείᾳ καὶ ἀφανισμοῖς, καὶ αἱ θυγατέρες σου κύκλῳ σου ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου. Ἐπίσημόν σε, φη σὶν, ἐν τοῖς κακοῖς ποιήσω, ὥστε πάντας τοὺς ἀκούοντας τὸν ἀφανισμόν σου, καὶ τῶν ὑποκειμένων σοι πόλεων καὶ κωμῶν, στένειν καὶ ὀδύρεσθαι. "Ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ὀργῇ καὶ ἐν θυμῷ, ἐν ἐκδικήσει θυμοῦ, καὶ ἐλέγχοις." Εἶτα τὸ ἀψευδὲς δεικνὺς τῶν εἰρημένων, ι ϛʹ. Ἐγὼ Κύριος, φησὶ, λελάληκα. Ἱκανὴ γὰρ ἡ τοῦ προσώπου δήλωσις τὴν ἀλήθειαν δεῖξαι. Ἐν τῷ ἐξαποστεῖλαι με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ' αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν· καὶ ἀποστελῶ αὐτὰς διαφθεῖραι ὑμᾶς, καὶ λιμὸν συντάξω, καὶ συντρίψω στήριγμα ἄρτου σου. (ιζʹ) Καὶ ἐξαποστελῶ ἐπὶ σὲ ῥομφαίαν, καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσεται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα. Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούον τας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μετα βάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν. Θηρία δὲ πονηρὰ τοὺς ὠμοτάτους Χαλδαίους ὠνό μασεν, δίκην θηρίων ὠμοβόρων ἐπιόντας, καὶ τοὺς μὲν κατασφάττοντας, τοὺς δὲ ζωγροῦντας καὶ δορυ αλώτους λαμβάνοντας.