1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

10

τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι. Οὕτως ἅπαντα διηγησάμενος ὁ προφήτης ἐπήγαγεν·

ΚΕΦΑΛ. Βʹ. αʹ. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Καὶ οὐκ εἶπεν, Αὕτη ἡ φύσις

Κυρίου, οὐδὲ ἡ δόξα Κυρίου, ἀλλ' "ὅρασις ὁμοιώματος δόξης Κυρίου." Ὡς γὰρ ἠθέλησε, φησὶ, σχηματίσας τὴν ὄψιν, ἠξίωσέ με τῆς θεωρίας. "Καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσω πόν μου." Καὶ μάλα εἰκότως· εἰ γὰρ τὰ Σεραφὶμ ὑμνοῦντα συγκαλύπτει τὰ πρόσωπα, τί οὐκ ἂν ἔπαθεν ἄνθρωπος σῶμα θνητὸν περικείμενος, καὶ ὀπτασίας ἀληθοῦς ἐν θεωρίᾳ γενόμενος; Ἀλλ' ἐκβάλλει τὸ δέος ὁ φιλάνθρωπος ∆εσπότης. "Ἤκουσα γὰρ, φησὶ, λα 81.837 λοῦντος πρός με, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, 81.837 στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ." Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν· μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγ γυῶντος θαῤῥεῖν, ἀλλ' ἑστὼς ἄκουε τῶν παρ' ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει ση μαίνων τὸ βέβαιον. Καὶ οὐ μόνον ταῦτα ὁ ἀγαθὸς ἔλεγε ∆εσπότης, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐξῄρει τὸν φόβον. βʹ. Ἦλθε γὰρ, φησὶν, ἐπ' ἐμὲ πνεῦμα, καὶ ἀν έλαβέ με, καὶ ἐξῆρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με. Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων. γʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἐξαπο στελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν, καὶ ἠθέτησαν ἐν ἐμοὶ ἕως τῆς σήμερον ἡμέρας. Τίς ἂν λόγῳ με τρήσειε τὴν θείαν φιλανθρωπίαν; ποῖος δ' ἂν ἐξίκοιτο νοῦς τοῦ πελάγους τῆς ἀγαθότητος; Μετὰ τὰς μυ ρίας ἀσεβείας καὶ παρανομίας οὐκ ἀπαγορεύει τὴν σωτηρίαν, ἀλλὰ κατηγορεῖ μὲν καὶ αὐτῶν, καὶ τῶν πατέρων, ὡς ἀθετησάντων, καὶ παραβεβηκότων τὰς συγκειμένας συνθήκας, καὶ μέχρι καὶ τήμερον τῇ πονηρίᾳ προσμεινάντων· ἀνακαλεῖται δὲ, καὶ πρὸς ὑγίειαν τοὺς ἀνήκεστα νοσοῦντας καλεῖ, καὶ ταῦτα εἰδῶς αὐτῶν τὸ δυσπειθὲς καὶ δυσήκοον· διὸ καὶ ἐπάγει· δʹ. Καὶ υἱοὶ σκληροπρόσωποι, καὶ θρασυκάρ διοι, πρὸς οὓς ἀποστελῶ σε ἐγὼ πρὸς αὐ τούς. Τουτέστιν ἰταμοὶ, ἐρυθριᾷν οὐκ εἰδότες, μα λάττεσθαι οὐκ ἐθέλοντες· οὔτε συμβουλευτικοῖς πειθόμενοι λόγοις, οὔτε τῇ τῶν τιμωριῶν ἀνάγκῃ μεταβαλλόμενοι. "Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος." Τὸ δὲ Ἀδωναῒ καὶαὐτὸ τὸ Κύριος σημαίνει· ἔχει δὲ καὶ σμικράν τινα ἑτέραν ἔμφασιν· Τάδε λέγει, φησὶ, Κύριος, ὁ Κύ ριός μου. εʹ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. Τὸ, ἐὰν ἄρα, οὐκ ἀγνοίας ὑπάρχει σημαντικόν. Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· διὸ καὶ ὁ μακάριος ∆αβὶδ βοᾷ πρὸς αὐτὸν, "Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, 81.840 σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρό θεν τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνία σας, καὶ πάσας τὰς ὁδούς μου προΐδες· ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ ἀρχαῖα." Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα, τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐν δέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι· τοιοῦ τόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον ἐκ προσ ώπου τοῦ πατρός· Ἀποστελῶ τὸν υἱόν μου πρὸς τοὺς γεωργοὺς, ἴσως ἐντραπήσονται τοῦτον·" οὐδὲ γὰρ ἐκεῖ ἀμφιβολίας τὸ ἴσως· ᾔδει γὰρ ὡς οὐκ ἐντραπήσονται· τὰ δὲ ἁρμόττοντα τῇ ἑαυτοῦ δικαιο σύνῃ ποιεῖ. Ἵνα γὰρ μή τις αὐτοῦ τὴν πρόγνωσιν αἰτίαν ὑπολάβῃ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἀναγκαίως τὰ τῆς ἀμφιβολίας τίθησι ῥήματα, δει κνὺς τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ ἀπολογίαν ἑαυτῷ φυλάττων ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. Τούτου χάριν καὶ προειδὼς τὸ