1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

61

ἐπανάξω γῆν. λεʹ, λʹ. Ἔπειτα ἐξάξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰ γύπτου, οὕτω κρινῶ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Ἔρημον δὲ καλεῖ λαῶν τὰ ἔθνη πάλαι ἔρημα ὄντα Θεοῦ· προεσήμανε δὲ διὰ τούτου, ὅτι τῆς εὐσεβείας εἰς τὰ ἔθνη ἀχθείσης καὶ οὗτοι τῆς τῶν εἰδώλων ἀποστήσονται θεραπείας, τὴν τῶν πάλαι δυσσεβῶν ἐθνῶν μεταβολὴν αἰσχυνόμενοι. Τὸ δὲ, "∆ιακριθήσο μαι πρὸς ὑμᾶς πρόσωπον κατὰ πρόσωπον," τὸν διὰ τῶν πραγμάτων γινόμενον ἔλεγχον παραδηλοῖ· Αὐτὰ γὰρ, φησὶ, τότε τὰ πράγματα μονονουχὶ βοῶντα δι ελέγχει ὑμῶν τὴν ἀπειθῆ καὶ παράνομον γνώμην, τὴν τῶν πάλαι ἐστερημένων λαῶν εὐπείθειαν δεικνύντα· ὥσπερ τοίνυν πρὸς τοὺς ὑμετέρους πα τέρας ἐν τῇ ἐρήμῳ διακριθεὶς, ὀλέθρῳ αὐτοὺς παν 81.1001 τελεῖ παραδέδωκα· οὕτω καὶ ὑμῖν ἐπάξω τὴν τιμω ρίαν· καὶ τοῦτο διὰ τῶν ἐπαγομένων σαφέστερον πεποίηκεν, εἰρηκώς· λζʹ, ληʹ. Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης· Καὶ ἐκλέ ξομαι ἐξ ὑμῶν τοὺς ἀσεβεῖς, καὶ τοὺς ἀφεστη κότας. Τοὺς μὲν γὰρ ἀσεβεῖς, καὶ τοὺς τὴν ἐμὴν νομο θεσίαν καταλιπόντας τῇ ῥάβδῳ χρησάμενος διασπερῶ, τοὺς δὲ ἀριθμοῦ ἀξίους, καὶ τῆς ἐμῆς διαθήκης φύλα κας γενομένους εἰσάξω, καὶ τῆς ἐμῆς ἀξιώσω προνοίας. Ἐσήμανε δὲ διὰ τούτων τόν τε ἀποστολικὸν χορὸν, καὶ τοὺς δι' ἐκείνου τῷ θείῳ πεπιστευκότας κηρύγματι· εἶτα τῇ κατὰ τῶν πονηρῶν ἐπιμένων ἀπειλῇ, ἐπιφέρει· "∆ιότι ἐκ τῆς γῆς τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐ τοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος." Ἀπὸ γὰρ τῆς αἰχμαλωσίας, φησὶν, ἐπαναγαγὼν, τούτους αὐτοὺς τοὺς τρόπῳ δυσσεβεῖ κεχρημένους πάλιν εἰς ἅπαντα διασκεδάσω τὰ ἔθνη. Τοῦτο δὲ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν τὸ πέρας ἐδέξατο· Ῥωμαῖοι γὰρ αὐ τοὺς ἐξανδραποδίσαντες εἰς τὴν οἰκουμένην κατέσπει ραν, καὶ τῆς βασιλικῆς αὐτῶν ἐξήλασαν πόλεως· οὕτω προαγορεύσας τὰ λυπηρὰ, παραίνεσιν αὐτοῖς πάλιν καὶ συμβουλὴν ὁ φιλάνθρωπος προσφέρει· τῶν οἰκείων γὰρ ὑποσχέσεων μέμνηται· ἔφη δὲ μὴ θέλειν τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Φησὶ τοίνυν· λθʹ, μʹ. Καὶ ὑμεῖς οἶκος τοῦ Ἰσραὴλ, τάδε λέγει Ἀδωναῒ Κύριος· Ἕκαστος δὲ ἐπιτηδεύματα αὑτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα, ἐὰν ὑμεῖς εἰσ ακούσητέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βε βηλώσητε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ τοῖς ἐπιτηδεύμασιν ὑμῶν. ∆ιότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ' ὄρους ὑψηλοῦ Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος· ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος ἐπὶ τῆς γῆς, καὶ ἐκεῖ προσ δέξομαι αὐτοὺς, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρ χὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν. Ἐὰν γὰρ πεισθῆναι, φησὶν, ἐθελήσητε, καὶ παύσησθε βεβηλοῦν τες τὸ ὄνομά μου τὸ ἅγιον (ἐξ ἐμοῦ γὰρ προσαγο ρευόμενοι, καὶ παρανόμως ζῶντες, καὶ δῶρα τοῖς εἰδώλοις προσφέροντες, ἐμοὶ τὴν τῆς ἀσεβείας βλασφημίαν προστρίβετε)· εἰς τὴν πατρῴαν ἐπαν ήξετε γῆν, καὶ τῆς συνήθους ἀπολαύσεσθε προμη θείας, προσφέροντες μὲν εὐγνωμόνως, ὧν δέχεσθε ἀγαθῶν τὰς ἀπαρχὰς, ὁρῶντες δὲ κἀμὲ εὐμενῶς προσδεχόμενον. μαʹ, μβʹ. Ἐν ὀσμῇ γὰρ, φησὶν, εὐωδίας προσ δέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν· Καὶ ἐπιγνώσεσθε 81.1004 ὅτι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ἐπῆρα τὴν χεῖρά μου, τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν. Τὸ δὲ ἁγιασθήσομαι ἀντὶ τοῦ δοξασθήσο μαι τέθεικεν· ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες. μγʹ. Καὶ μνησθήσεσθε ἐκεῖ τῶν ὁδῶν ὑμῶν, καὶ τῶν ἐπιτηδευμάτων ὑμῶν πάντων, ἐν οἷς ἐμιάνθητε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσ ωπα