1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

65

μάλα εἰς ἀκ μὴν ἠκονημένον, ἀστραπῆς δίκην ἀφιὲν λαμπηδό νας. ∆ιό φησιν εἰς ὁπότερον βούλῃ χώρισον μέρος, εἴτε τὸ δεξιὸν, εἴτε τὸ εὐώνυμον· ἕξεις γὰρ κἀμὲ συνεργοῦντα. Τοῦτο γὰρ παρεδήλωσεν ἐπαγαγών· ιζʹ. Καὶ ἐγὼ δὲ κροτήσω μου χεῖρα πρὸς χεῖρα, καὶ ἐπαφήσω τὸν θυμόν μου, ἐγὼ Κύριος λελάληκά σοι. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Ἱερε μίας ἔλεγεν· "Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύσεται ἄνθρωπος, καὶ κατ ευθυνεῖ ὁδὸν αὑτοῦ·" διδάσκων, ὡς τῶν τοιούτων οὐδὲν δίχα τῆς ἄνωθεν ἐνεργείας ἢ συγχωρήσεως γίγνεται· ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ' ἄλλα καθ' ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐ τεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος. ιηʹ-κʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο ἀρχαὶ, ἑτοίμασαι χεῖρα κεντοῦσαν ἐν ἀρχῇ ὁδοῦ ἑκάστης πόλεως. Κεντοῦσαν ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις, τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὸν Ἰούδανἐν Ἱερουσαλήμ. Ὡς ἐν εἰκόνι, φησὶ, διάγραψον μίαν ὁδὸν διχῆ μεριζομένην, καὶ τὴν μὲν κατ' εὐθὺ τῆς Ἱερουσαλὴμ φερομένην, τὴν δὲ εἰς τὴν Ῥαββὰθ υἱῶν Ἀμμὼν διατεινομένην· ἐπειδὴ γὰρ ὁ Ναβου χοδονόσορ ἀπὸ Βαβυλῶνος ὁρμώμενος, καὶ κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἀμμανιτῶν ἐπεστράτευσε, προλέγει ταῦτα ὁ Θεὸς διὰ τοῦ προφήτου. Ῥαββὰθ δὲ υἱῶν Ἀμμὼν εἶπεν, ἐπειδὴ ἔστι καὶ ἑτέρα ὁμώνυ μος, ἡ τοῦ Ἀμμάν· ταύτην δὲ τὴν τοῦ Ἀμμάν φασί τινες εἶναι τὴν νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδελφίαν κα λουμένην, ἥτις μέχρι νῦν Ἀμμὰν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορεύεται. Τούτοις ἐπιφέρει· καʹ. ∆ιὸ στήσεται ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν τοῦ ἀναβράσαι ῥάβδους, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ ἡπατο 81.1016 σκοπήσασθαι. Τὴν γὰρ διχῆ, φησὶ, μεριζομένην καταλαβὼν ὁδὸν, ἧς τὸ μὲν εἰς τὴν Ἰουδαίαν, τὸ δὲ εἰς τὴν Ῥαββὰθ ἀπάγει, τῇ διὰ τῶν ῥάβδων χρήσε ται μαντείᾳ, ὡσαύτως δὲ καὶ τῇ τῶν σφαγίων σπλαγ χνοσκοπείᾳ, μαθεῖν βουλόμενος, ποῖ δεῖ στρατεῦσαι πρότερον· τούτων δὲ, φησὶν, ὑπ' αὐτοῦ γιγνομένων· κβʹ. Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ περιβαλεῖν χάρακα, καὶ τοῦ διανοῖξαι στόμα ἐν βοῇ, καὶ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς σάλπιγγος, τοῦ βαλεῖν χάρακας ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις. Προσήκει δὲ εἰδέναι, ὅτι τῶν ἐσομένων οὐδὲν οἱ δαίμονες ἴσασι· καταστοχαζόμενοι δὲ τῶν πραγμάτων, προλέγειν ἐπιχειροῦσι· καὶ ἔστι μὲν ὅτε κατευθὺ φέρονται, πολλάκις δὲ καὶ διαμαρτάνου σι· καὶ τοῦτο οὐ μόνον ἀπὸ τῶν πραγμάτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ τῆς θείας διδαχθῆναι Γραφῆς. Εἰπόντες γὰρ διὰ Σεδεκίου τοῦ ψευδοπροφήτου νίκην τοῦ Ἀχαὰβ, τῆς ἀληθείας ἐξέπεσαν· οὐ γὰρ μόνον ἡττήθη παραταξάμενος, ἀλλὰ καὶ ἀνῃρέθη· καὶ ἐν ταῦθα δὲ καὶ τὸν δεδομένον τῷ Ἰσραὴλ ἐπιστάμενοι νόμον, καὶ τὴν ἔξω τῶν τούτων διαγορεύσεων πολι τείαν ὁρῶντες, καὶ μέντοι καὶ τῶν προφητικῶν προῤ ῥήσεων ἐπαΐοντες, πανταχόθεν τὴν θείαν ἀγανάκτη σιν ἐδιδάσκοντο· ταύτην τοίνυν καὶ διὰ τῶν μαντείων τῷ δυσσεβεῖ προεσήμαινον βασιλεῖ, ὅτι δεῖ πρῶτον τῇ Ἱερουσαλὴμ ἐπιστρατεῦσαι, καὶ χαρακώμασι καὶ χώμασι χρήσασθαι, καὶ τοῖς ἄλλοις ἅπασι πολεμικοῖς μηχανήμασιν. Ἀλλὰ τούτων, φησὶν, ὑπὸ τούτου γι γνομένων, καταφρονοῦσιν οἱ πολιορκούμενοι, οὐκ ἀρετῇ θαῤῥοῦντες, ἀλλ' ἀναλγησίᾳ νοσοῦντες. Καὶ τοῦτο διδάσκων ἔφη· κγʹ. Καὶ αὐτὸς αὐτοῖς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, ἑβδομάζοντες ἑβδομάδας αὐ τοῖς. Οὕτω, φησὶ, διάκεινται, ὡς χρηστὰ τῶν μαν τείων αὐτοῖς σημαινόντων· τοῦτο γὰρ ᾐνίξατο διὰ τοῦ ἐνώπιον αὐτῶν τουτέστιν, ὡς ὑπὲρ αὐτῶν τῶν μαντείων γεγενημένων, καὶ ὡς ἑβδομάδα ἑβδομάδων ἑορτάζοντες οὕτω διάγουσι· μία δὲ ἦν αὕτη τῶν τριῶν τῶν μεγίστων ἑορτή· ἀλλ' οὐκ ἀκολουθήσει, φησὶ, ταῖς αὐτῶν δόξαις τὰ πράγματα. "Καὶ αὐτὸς γὰρ, φησὶν, ἀναμιμνήσκων ἀδικίαν αὐτῶν τοῦ συλ