1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

122

ἐν μέσῳ αὐτῶν, καὶ ποι μὴν εἷς ἔσται πᾶσιν αὐτοῖς. Τούτοις ἁρμόττει καὶ τὰ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὑπὸ τοῦ ∆εσπότου Χριστοῦ εἰρημένα· "Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγα γεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." ∆αβὶδ δὲ λέγει τὸν ∆εσπότην Χριστὸν, ὡς ἐκ ∆αβὶδ κατὰ σάρκα τὸ γέ νος κατάγοντα· δοῦλον δὲ, διὰ τὴν ἀνθρωπείαν φύσιν· ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν. Ἵνα τοίνυν τὴν ληφθεῖσαν δείξῃ φύσιν, δοῦ λον προσηγόρευσε, τουτέστιν, ἐκ δουλικῆς κατὰ σάρκα γεγένηται φύσεως. Οὐ γὰρ δοῦλος ὁ Μονογε νὴς, ὁ τῶν ἁπάντων ∆εσπότης· οὔτε γὰρ ᾗ Θεὸς ∆αβὶδ ὀνομάζεται· ἀλλ' ᾗ ἐκ ∆αβὶδ, ∆αβὶδ προσ αγορεύεται, κατὰ τὴν πρόσληψιν δὲ δοῦλος. Εἰ δὲ καὶ ἐκ δούλου ταύτην ἀνέλαβε τὴν φύσιν ἐνανθρωπή σας ὁ Θεὸς Λόγος, οὐκ ἀποβαλὼν ὃ ἦν, ἀλλὰ τῇ πρὸς τὴν θείαν φύσιν ἑνώσει τὸ ἡμέτερον δοξάσας. ∆ιδά σκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς σβεσθήσεται μὲν ἡ ἀσέβεια καὶ ἡ περὶ τὰ εἴδωλα πλάνη, τέλος δὲ λή ψεται τῶν βασιλειῶν ἡ διαίρεσις, καὶ εἰς μίαν τε λοῦντες ἡγεμονίαν, καὶ ὑφ' ἑνὸς ποιμαινόμενοι ποιμέ νος, τὸν ἑαυτῶν ἐπιγνώσονται Θεόν τε καὶ ∆εσπότην. Καὶ ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά. (κεʹ) Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑ 81.1197 τῶν, ἣν ἔδωκα τῷ δούλῳ μου Ἰακὼβ, ἐν ᾗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατ οικήσουσιν ἐπ' αὐτῆς αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν ἕως αἰῶνος· καὶ ∆α βὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα. Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίς ὁ αἰώνιος αὐτῶν βασιλεὺς ∆αβὶδ προσαγορευόμενος. Ὅτι μὲν γὰρ οὐ δαμῶς τῷ Ζοροβάβελ ἁρμόττουσιν αἱ τοιαῦται προσ ηγορίαι, καὶ αὐτοὶ ἂν συμφαίησαν· πρῶτον μὲν γὰρ οὐδὲ βασιλεύων, ἀλλὰ δημαγωγῶν διετέλεσε· ἔπειτα δὲ καὶ αὐτὴ ἐκείνη ἡ ἡγεμονία τῷ θανάτῳ διελύθη. Εἰ δὲ εἰς τὸ ∆αβιδικὸν γένος τὸν αἰώνιον τοῦτον λαμβάνουσι ∆αβὶδ, δειξάτωσαν τοῦ ∆αβὶδ βασιλεῦον τὸ γένος· εἰ δὲ πρὸς τῇ βασιλείᾳ καὶ αὐτὸ τοῦ ∆αβὶδ τὸ γένος ἄδηλον, ἐπὶ τοῦ παρόντος δυοῖν θά τερον ἀνάγκη, ἢ ψευδῆ τὴν προφητείαν ὑπολαβεῖν, ἢ τοῦ ∆εσπότου Χριστοῦ τοῦ ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνῆσαι τὴν βασιλείαν. Ὅτι δὲ ἀψευδὴς ἡ προ φητεία, καὶ αὐτοὶ συνομολογήσαιεν· εἰ δὲ ἀψευδὴς, ὡσπεροῦν ἀψευδὴς, καὶ οὐχ ὁρῶμεν ἑτέραν Ἰουδαίων βασιλείαν, οὔτε μὴν αὐτὸ τοῦ ∆αβὶδ τὸ γένος δῆλον ὑπάρχει καὶ γνώριμον· κρατεῖ δὲ, ὡς ἐκ ∆αβὶδ μὲν κατὰ σάρκα, Υἱὸς δὲ Θεοῦ κατὰ τὴν θεότητα, καὶ αἰώνιον ἔχει τὸ κράτος· δήλη καὶ σαφὴς καὶ ἡ ἐκεί νων ἐμβροντησία καὶ ἀπιστία, καὶ ἡ ἡμετέρα θεογνω σία. Βεβαιοῖ γὰρ τὰ εἰρημένα καὶ τὰ ἐπαγόμενα. Φησὶ γάρ· κʹ. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν. ∆ειξάτωσαν τοίνυν ἡμῖν ἢ τὴν τῆς εἰρήνης διαθήκην, ἢ τὴν αἰώ νιον· ἀλλ' οὐκ ἂν ἔχοιεν· ἐστέρηνται γὰρ ἑκατέρας, ἡμῖν δὲ ἀμφοτέρας ἔδωκεν ὁ ∆εσπότης· τά τε γὰρ αἰώνια ἡμῖν ὑπέσχετο ἀγαθὰ, καὶ τὰς πρὸς αὐτὸν ἡμῖν καταλλαγὰς ἐχαρίσατο. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν "Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν συμβαίνει τοῖς εἰρη μένοις. Καὶ τάξω αὐτοὺς, φησὶ, καὶ πληθυνῶ αὐτοὺς, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. (κζʹ.) Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσον ταί μοι λαός. Καὶ μὴν ἔρημος ὁ νεὼς, καὶ τὰ πά λαι ἅγια. Πῶς τοίνυν ὑπέσχετο θήσειν τὰ ἅγια αὑτοῦ ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα καὶ τὴν κατασκήνωσιν αὑτοῦ ἐν αὐτοῖς; Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολού θως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν· ἔχομεν γὰρ καὶ τῶν πραγμάτων συνομολογοῦσαν τὴν μαρτυρίαν. Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι, 81.1200 ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη· οὐ μόνον δὲ τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἐξ Ἰουδαίων