1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

73

ἐπὶ τὴν πορνείαν αὑτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν χρώμασιν ἐν γραφίδι. ∆ιεζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κε φαλῶν αὐτῶν· ὄψις τρισσὴ πάντων, ὁμοία υἱῶν Βαβυλῶνος Χαλδαίων γῆς πατρίδος αὐ τῶν. Καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῶν. Καλῶς καὶ λίαν ἁρμοδίως τὸ τῶν εἰδώλων ἀδρανὲς ἐκωμῴδησε, διδάξας, οὐδὲν ἕτερον ὄντα ἢ χρώματα, καὶ σχήματα, καὶ τέχνης ἀποτελέσματα. Τὸ δὲ "ὄψις πάντων τρισσὴ" τὸ πολύμορφον αὐτῶν 81.1040 σημαίνει· ὁ δὲ Σύμμαχος, "ὄψις σκυλευτῶν πάν των" ἡρμήνευσεν. Τούτους, φησὶ, θεασαμένη, καὶ οὐδὲν ἕτερον ὁρῶσα ἢ γραφικῆς τέχνης ἰνδάλματα, τῆς τούτων ἠράσθη συνουσίας· πανταχοῦ δὲ τὴν εἰ δωλολατρείαν αἰνίττεται. Καὶ ἐξαπέστειλεν ἀγγέλους, φησὶ, πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. ιζʹ. Καὶ ἦλθον πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ πορνείᾳ αὑτῶν· καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν. Αὕτη γὰρ, φησὶν, εἰς ἐπικουρίαν αὐτοὺς μεταπεμψαμένη, καὶ διὰ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας τὴν ἀσέβειαν δεξαμένη, πάλιν αὐτῶν ἀπέστη· ἀπόστασιν δὲ ἐνταῦθα οὐ τὴν ἀπὸ τῶν δαιμόνων λέγει, ἀλλὰ τὴν ἀπ' αὐτῶν τῶν Βαβυ λωνίων· καὶ γὰρ Ἰωακεὶμ, καὶ Ἰεχονίας, καὶ Σεδεκίας τὰς γενομένας αὐτοῖς πρὸς τοὺς Βαβυλωνίους συνθήκας παρέβησαν. ιηʹ. Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὑτῆς, καὶ ἀπεκάλυψε τὴν ἀσχημοσύνην αὑτῆς, καὶ ἀπέστη ἡ ψυχή· μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. Θεασάμενος, φησὶ, τὴν τῆς ἀσεβείας αὐτῆς ὑπερβολὴν, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα· πάλιν γὰρ κατὰ τὸ τῆς ἀλλη γορίας εἶδος τὴν ψυχὴν τέθεικεν· οὐκ ἐπειδὴ εἰς ψυχὴν καὶ σῶμα τὸ Θεῖον διῄρηται· ἀσώματον γὰρ καὶ ἀσύνθετον· ἀνθρωπίνως δὲ καὶ τοῖς ἀνθρωπίνοις συνήθως ποιεῖται τὴν διάλεξιν, τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ συγκαταβαίνων. Μέχρι μὲν οὖν τούτων πρὸς τὸν προφήτην ἐδόκει ποιεῖσθαι τοὺς λόγους· ἐντεῦ θεν δὲ λοιπὸν, ὥσπερ εἰς μνήμην ἐλθὼν διὰ τῆς δι ηγήσεως τῶν ὑπ' αὐτῆς τετολμημένων, πρὸς αὐτὴν μεταφέρει τὸν λόγον. ιθʹ. Καὶ ἐπλήθυνας, φησὶ, τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ. Λήθῃ, φησὶν, παρεδεδώκειν τὰς ἐν Αἰγύπτῳ σου πλημμελείας· ἀλλὰ τούτων τὴν μνήμην διὰ τῶν δευτέρων ἐπιτηδευμάτων ἀνθῆσαι πεποίηκας. Οἶδε γὰρ πολλάκις προτέρων ἀναμιμνή σκειν ἁμαρτημάτων ἡ τῆς παρανομίας ταυτότης. Εἶτα πάλιν ἀλληγορικῶς καὶ τροπικῶς τὴν τῆς εἰδω λολατρείας ποιεῖται κατηγορίαν. κʹ, καʹ. Καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς σάρκες ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. Καὶ ἐπεσκέψω τὴν ἀνο μίαν τῆς νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ μαστοὶ τῆς νεότητός σου ἔπεσον. Καὶ τοῖς Χαλδαίοις, φησὶ, μιγνυμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων ἠμέλεις· ἀλλὰ καὶ τοὺς τούτων, καὶ τοὺς ἐκείνων θεοὺς ἐθεράπευες. Τὴν δὲ πολλὴν αὐτῶν ἀθεΐαν τε καὶ πολυθεΐαν αἰ δοίοις ἵππων καὶ ὄνων ἀπείκασεν· ἐπειδὴ καὶ πορ νείαν τὴν εἰδωλολατρείαν καλεῖ· αἱ γὰρ Θεῷ συνημ μέναι καὶ ἀνακείμεναι ψυχαὶ, εἶτα τοῦτον καταλιμ πάνουσαι, καὶ τὴν τῶν δαιμόνων ἀσπαζόμεναι συν ουσίαν, εἰκότως μοιχεύτριαι χρηματίζουσι. 81.1041 κβʹ- κδʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν. Τοὺς υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺμ, καὶ Σοὺδ, καὶ Κοὺδ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐ τῶν, νεανίσκους ἐπιλέκτους, ἡγουμένους καὶ στρατηγούς· πάντας τριστάτας καὶ ὀνομαστοὺς, ἱππεύοντας ἐφ' ἵππων. Καὶ ἥξουσιν ἐπὶ σὲ πάν τες ἀπὸ βοῤῥᾷ μεθ' ὅπλων, καὶ ἁρμάτων, καὶ τροχῶν, καὶ πλήθους λαῶν· καὶ θώρακας, καὶ ἀσπίδας, καὶ περικεφαλαίας περιθήσονται ἐπὶ σὲ, καὶ βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ. ∆ι' αὐ τῶν, φησὶ, μαθήσῃ τῶν πραγμάτων, τίς μὲν ἐγὼ, τίνες δὲ οἱ ἐρασταί σου· ἐγὼ μὲν γὰρ καταφρονηθεὶς ὑπὸ σοῦ μακροθυμῶν διετέλεσα· οὗτοι