1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

114

σοφία εὑρίσκεται, ἐν δὲ μακρῷ καὶ πολλῷ βίῳ ἐπιστήμη· ἀκριβὴς γὰρ ἡ πεῖρα διδάσκαλος, συνεργὸν λαβοῦσα τὴν ἄνωθεν ἀποκάλυψιν· ἧς ἀπολαύοντες, καὶ ὑπὸ τῆς αἴγλης αὐτῆς φωτιζόμενοι, οὔποτε τῆς ἀληθείας διαμάρτοιμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Ι∆ʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. αʹ-δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέ γων· Υἱὲ ἀνθρώπου, ἐπίστρεψον

τὸ πρόσωπόν σου ἐπ' ὄρους Σηεὶρ, καὶ προφήτευσον ἐπ' αὐτὸ, καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε ἔρημον, καὶ ἐρη μωθήσῃ. Καὶ ἐν ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ εἰς ἔρημον ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Τὸ Σηεὶρ ὄρος τῆς Ἰδουμαίας ἐστὶν, ὡς καὶ ἤδη προειρήκαμεν· οἱ δὲ Ἰδουμαῖοι ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, ἀπεχθῶς λίαν καὶ δυσμενῶς περὶ τοὺς Ἰουδαίους διέκειντο, οὗ χάριν καὶ ταῖς ἐπενεχθείσαις αὐτοῖς ἐφήσθησαν συμφοραῖς· τούτοις ἀπειλεῖ τῶν ὅλων ὁ Θεὸς ἐρη μίαν ἐσχάτην. Τὸ δὲ, "Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ," ἐκ μεταφορᾶς τῶν ταῖς χερσὶ παιόντων τέθεικε, 81.1172 τῆς ὀργῆς δεικνὺς τὸ σφοδρόν. Ἴσμεν δὲ ὅμως ἀπαθῆ τὴν θείαν φύσιν, καὶ τοὺς τοιούτους λόγους τῇ τῶν ἀκουόντων δυνάμει μετρουμένους. Οὕτως ἀπειλήσας τὴν τιμωρίαν, ἐπάγει καὶ τὴν αἰτίαν· εʹ. Ἀντὶ τοῦ γενέσθαι ἐν σοὶ ἔχθραν αἰώνιον, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ, ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ. Ἐγ καλεῖ τοὺς Ἰδουμαίους μνησικακίαν, καὶ ἐπιβουλὰς κρύβδην κατὰ τοῦ Ἰσραὴλ γεγενημένας. Ταῦτα γὰρ παρεδήλωσεν, εἰρηκώς· "Ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, τουτέστι, τῶν πολεμίων αὐτοῖς ἐπελθόντων, λόχοις καὶ ἐνέδραις τὰς ὁδοὺς αὐτοῖς ἐπετείχιζες, οὐδὲ φυγεῖν αὐτοῖς ἐπιτρέπων. Οὕτω γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμήνευσαν· "Καὶ συνέκλεισας, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ χεῖρα ῥομφαίας, ἐν καιρῷ θλίψεως αὐτῶν, ἐν καιρῷ ἀνο μίας ἔμπροσθέν μου." Τῆς γὰρ ἀνομίας, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀδικίας τῆς εἰς ἐμὲ γενομένης, τίνοντες, φησὶ, δίκας οἱ τοῦ οἴκου Ἰσραὴλ, ἐπίτασιν ἔσχον τῶν συμφορῶν, τοὺς σοὺς δόλους, καὶ τὰς μετὰ τῶν πολεμίων ἐπιβουλάς. ∆ιδάσκει τοίνυν ἡμᾶς ὁ προφητικὸς λόγος, μηδὲ τοῖς ἁμαρτιῶν ἕνεκεν κολαζομένοις ἐπεμβαίνειν, ἀλλὰ κλαίειν μετὰ κλαιόντων, κατὰ τὴν ἀποστολικὴν νουθεσίαν. ʹ. ∆ιὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· ἦ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε· αἷμα γάρ σου ἐμίσησας, τὸ αἷμά σου διώξει σε. -Αἷμα δὲ ἐνταῦθα οὐ τὸν πόλεμον, ἀλλὰ τὴν συγγένειαν ὀνομάζει. Ἐπειδὴ γὰρ, φησὶ, τῷ γένει σου πεπολέμηκας, εἰκότως ὑπὸ τούτου πολεμηθήσῃ, καὶ τοὺς συγγενεῖς, οὓς ἐμίσησας, ἐπαναστήσω σοι πολεμίους. Συγγενεῖς δὲ Ἰδουμαίων οἱ Ἰουδαῖοι· ἐκ δύο γὰρ ἀδελφῶν τὸ γένος κατάγουσιν· οἱ μὲν ἐξ Ἐδὼμ, τοῦ καὶ Ἡσαῦ· οἱ δὲ ἐξ Ἰακὼβ, τοῦ καὶἸσραήλ. ζʹ. Καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον. Εἶτα λέγει καὶ τῆς ἐρημίας τὸν τρό πον. "Καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἄνθρωπον καὶ κτήνη, καὶ παραπορευόμενον καὶ ἀναστρέφοντα." Ταῦτα δὲ δηλοῖ ἐρημίας ὑπερβολὴν, ὅτι οὐ μόνον οἰκητόρων αὐτὸ γυμνώσει, ἀλλὰ καὶ ὁδιτῶν παριόντων· προλέγει δὲ καὶ τίνι τρόπῳ δαπανήσει τοὺς ἐνοι κοῦντας. ηʹ, θʹ. Καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνούς σου, καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου· τετραυματισμένοι γὰρ μαχαίρᾳ πεσοῦνται ἐν σοί. Καὶ ἔρημον αἰώνιον 81.1173 θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικη θῶσιν ἔτι, καὶ γνώσῃ, ὅτι ἐγώ εἰμι Κύριος. Πάλιν τὸ "ἔρημον αἰώνιον," καὶ "οὐ μὴ κατοικη θῶσιν ἔτι," κατὰ τὸ γραφικὸν ἰδίωμα τέθεικεν. Ἀπὸ τῶν ἤδη τοίνυν