1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

46

ἀδελφή σου Σόδομα, καὶ αἱ θυγατέ ρες αὐτῆς ἀποκατασταθήσονται, καθὼς ἦσαν ἀπ' ἀρχῆς· καὶ σὺ, καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε, καθὼς ἦτε ἀπ' ἀρχῆς. - Ἀποκατάστασιν ἐνταῦθα οὐ τὴν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ὠνόμασε· τὸ γὰρ μελετητι κὸν ἐπὶ Σοδόμων πάλιν τὸ ἰδίωμα τῆς Γραφῆς πρόσ κειται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὰ Σόδομα, λαμπρὰ ὄντα καὶ ὑπὸ πλείστων οἰκούμενα, εἰς τὸ ἀρχαῖον μετέθηκα σχῆμα, καὶ πεποίηκα παν τελῶς ἀοίκητα, ὁποῖα ἦν πρὶν οἰκισθῆναι· οὕτω καὶ σοῦ πᾶσαν ἀφελόμενος τὴν εὐπρέπειαν, εἰς τὸ πρότερον εἶδος ἐπανελθεῖν παρασκευάσω. νʹ, νζʹ. Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου, ἐν ταῖς ἡμέραις ὑπερηφανείας σου. Πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ σὺ θυγα τέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ σου, καὶ θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύ κλῳ. Εἰ μὴ ἐμεμαθήκεις τῶν Σοδόμων, φησὶ, τὴν τιμωρίαν, καὶ περιεφέρετο ἐν τῷ στόματί σου ἡ ἐκείνων πανωλεθρία, ὃν τρόπον νῦν ἡ σὴ πολιορ κία ἐν ταῖς τῆς Συρίας καὶ Παλαιστίνης πόλεσι, τί πλέον ἂν εἰργάσω κακόν; Οὐδὲ γὰρ τὸ ἐκείνων ὤνησέ σε παράδειγμα, ἀλλ' εἰδυῖα τά τε ὑπ' αὐτῶν τολμηθέντα, τά τε ἐπενεχθέντα αὐτοῖς κακὰ, οὐδὲν ἧττον ἐπέμεινας παρανομοῦσα. ∆ιὰ τοῦτο νηʹ, νθʹ. Τὰς ἀσεβείας σου, καὶ τὰς ἀνομίας σου σὺ κόμισαι αὐτὰς, λέγει Κύριος. Τάδε λέγει Ἀδωναῖ Κύριος· Καὶ ποιήσω ἐν σοὶ, καθὼς ἐποίησας, ὡς ἠτίμωσας τὴν ἀρὰν, τοῦ παρα βῆναι τὴν διαθήκην μου. Εἶχεν ὁ νόμος ἀρὰν τοῖς παραβαίνουσιν αὐτὸν ἑπομένην· ἐκέλευσε δὲ ταύτην τὰς ἓξ φυλὰς ἐν τῷ ὄρει τῷ Γηβὰλ ἑστῶσας διεξιέναι, καὶ πάντα τὸν λαὸν ἐπάγειν Ἀμὴν, οἷον ὑπογράφοντας, καὶ συντιθεμένους τῇ τοῦ νόμου ἀρᾷ. Ἐπειδὴ τοίνυν, φησὶν, οὐδὲ τὴν ἀρὰν ἐφοβήθης, ἀλλ' ἀδεῶς τὴν ἐμὴν παρέβης διαθήκην, δέξαι τῶν σπερμάτων τὰ δράγματα. Εἶτα ὑπισχνεῖται καὶ τὰ μετὰ τὴν τιμωρίαν ἀγαθά. ξʹ. Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου· καὶ στήσω σοι τὴν διαθήκην μου αἰώνιον. Σὺ μὲν γὰρ, φησὶ, τὰς πρὸς ἐμὲ συνθήκας ἐπάτησας, ἐμὲ δὲ οὐδὲ τοῦτο πείσει παντελῶς σε καταλιπεῖν, ἀλλὰ τῇ παιδείᾳ σε σωφρονίσας, καὶ διδάξας εὐγνωμοσύ νην, τῶν συνθηκῶν ἐκείνων ἀναμνησθήσομαι, ἃς πρὸς σὲ πάλαι ἐποιησάμην ἔτι νηπίαν οὖσαν· οὕτω δὲ καλεῖ τὸν χρόνον τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς. "Καὶ στήσω τὴν διαθήκην μου, διαθήκην αἰώνιον." Οὐ τὴν τοῦ νόμου, ἀλλὰ τὴν τῆς χάριτος· οὐ τὴν διὰ 81.956 τοῦ Μωσέως, ἀλλὰ τὴν διὰ τῶν ἀποστόλων· ἡ μὲν γὰρ ἔχει τὸ πρόσκαιρον, ἡ δὲ τὸ αἰώνιον. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ποιήσειν ὑπέσχετο. ∆ιαθήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ καὶ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλα βομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ δια θήκῃ μου, καὶ ἐγὼ ἀπωσάμην αὐτούς· ἀλλὰ δια θήσομαι αὐτοῖς διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω αὐτούς." Ταύτην κἀνταῦθα ὑπισχνεῖται τὴν διαθήκην. ξαʹ. Καὶ μνησθήσῃ, φησὶ, τῶν ὁδῶν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαμβάνειν σε τὰς ἀδελφάς σου, τὰς πρεσβυτέρας σου, σὺν ταῖς νεωτέραις σου. ∆ιὰ γὰρ τῆς τιμωρίας εἰς αἴσθη σιν ἐρχομένη τῶν οἰκείων ὁδῶν, καὶ τὴν περικειμέ νην σοι ἀτιμίαν ὁρῶσα, τὸν οἰκεῖον ἐπιγνώσῃ ∆ε σπότην· ὄψῃ δὲ καὶ ταύτας τὰς ἀδελφάς σου, σὺν σοὶ ταύτης ἀπολαυούσας τῆς διαθήκης, μᾶλλον δὲ σαυτὴν μετ' ἐκείνων τυγχάνουσαν. "∆ώσω γὰρ, φη σὶν, αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθή κης σου." Οὐ γὰρ ἐκεῖναι διὰ σοῦ, ἀλλὰ σὺ ἐξ αὐτῶν καρπώσῃ τὴν ὠφέλειαν, οὐ ταύτης τῆς δια θήκης, καθ' ἣν νῦν πολιτεύῃ, τὴν κοινωνίαν ταύ την ἐργαζομένης, ἀλλὰ τῆς αἰωνίου τῆς ὕστερον δο θησομένης· αἰνίττεται διὰ τῶν Σοδόμων, καὶ τῆς Σαμαρείας, τὴν τῶν ἐθνῶν ἁπάντων καὶ τῶν Ἰουδαίων κατὰ ταυτὸν ἐσομένην εὐσέβειαν, καὶ τὴν εἰς ἕνα Θεὸν πίστιν ἐκ τῆς Νέας πρυτανευομένην ∆ιαθήκης. ξβʹ. Καὶ ἀναστήσω, φησὶν, ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος. Πρῶτον μὲν γὰρ Ἰουδαίοις