1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

34

διαλυθήσεται. 81.916 ιβʹ. Ἔσται γὰρ, φησὶν, ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὑ τῶν, καὶ πεσεῖται, καὶ πνεῦμα ἐξαῖρον ἥξει, καὶ ῥαγήσεται. Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος. Τροπι κῶς ἅπαντα ὡς ἐπὶ τοίχου εἴρηκε, διὰ πάντων δὲ τὴν τῶν πολεμίων παρεδήλωσεν ἔφοδον. Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγό ρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συν έσφιγγον τὸν λαόν. Καὶ ὑετὸν τοίνυν κατακλύζοντα, καὶ λίθους πετροβόλους, καὶ πνεῦμα ἐξαῖρον, τοὺς Χαλδαίους ὠνόμασε. Πεσόντος τοίνυν, φησὶ, τοῦ τοίχου, "Ἆρα οὐκ ἐροῦσι πρὸς ὑμᾶς· Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;" Ὅταν διὰ τῶν πραγμάτων μάθωσι ψευδεῖς τὰς ὑμετέρας προῤ ῥήσεις, καὶ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν ἀντὶ τῆς ἐλπισθείσης εἰρήνης, οὐκ ἐροῦσι ὑμῖν· Ποῦ οἱ χρηστοὶ ὑμῶν, λόγοι, καὶ αἱ τῆς εἰρήνης ἐπαγγελίαι; Οὕτω πάλιν διὰ πλατυτέρων τὰ αὐτὰ εἰρηκὼς, καὶ ἀπειλήσας τῶν πολεμικῶν βελῶν τὸν κατακλυσμὸν, καὶ τὰς τῶν λίθων νιφάδας, καὶ τοῦ κακῶς οἰκοδομηθέντος τοίχου τὴν μέχρι θεμελίων κατάλυσιν, καὶ τῆς ψευδολογίας τῶν τὰ ἀγαθὰ προει ρηκότων τὸν ἔλεγχον, σαφέστερον ποιεῖ τὸν λόγον. Εἶπα γὰρ, φησὶ, πρὸς ὑμᾶς· Οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτόν. (ιʹ.) Οἱ προ φῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναῒ Κύριος. Φροῦδα, φησὶ, πάντα γενήσεται, καὶ ἡ ἀλοιφὴ, καὶ ὁ τοῖχος, καὶ οἱ τὴν ἀλοιφὴν προσενεγκόντες προφῆται. Πο λιορκία γὰρ, φησὶ, καὶ αἰχμαλωσία, ἀντὶ τῆς ἐπαγ γελθείσης εἰρήνης τὴν Ἱερουσαλὴμ καταλήψεται. Ταῦτα περὶ τῶν ψευδοπροφητῶν εἰρηκὼς, τρέ πει τὸν λόγον ἐπὶ τὰς ψευδοπροφήτιδας. Ὄργανα γὰρ καὶ ταύτας ὁ τῆς ἀνθρωπείας φύσεως ἀλάστωρ εὑρὼν, καὶ διὰ τούτων τὴν ψευδολογίαν ἐνήργει· καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντ έταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυ ναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας. Προλέγει τοίνυν καὶ ταύταις τὰ συμβησόμενα. ιζʹ, ιηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὑτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσ κεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιού σαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέψαι ψυχάς. Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περι εποιοῦντο. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμή νευσεν, οὕτως εἰπών· "Οὐαὶ ταῖς συῤῥαπτούσαις 81.917 ὑπαγκώνια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ὑπαυχένια πρὸς κεφαλῆς πάσης ἡλικίας εἰς τὸ θη ρεύειν ψυχάς." Τροπικῶς δὲ διὰ τούτων τοὺς ἁπα λωτέρους καὶ χρηστοτέρους ᾐνίξατο λόγους· τά τε γὰρ ὑπαυχένια καὶ τὰ ὑπαγκώνια ἀνάπαυλάν τινα καὶ θεραπείαν προσφέρει τοῖς μέλεσιν, οἷς ὑποτίθεν ται· καὶ οἱ χρηστότεροι λόγοι, καὶ ψευδεῖς ὄντες, πρὸς καιρὸν μὲν τὴν ἀκοὴν γαργαλίζουσι, διαστρο φὰς δὲ παντοδαπὰς προσφέρουσι ταῖς ψυχαῖς. Οὕτω καὶ αἱ ψευδοπροφήτιδες τῷ μὲν λαῷ τὴν κατὰ ψυχὴν βλάβην, ἑαυταῖς δὲ χρηματικὸν περιεποιοῦντο κέρ δος, τὰ δοκοῦντα χρηστὰ προφητεύουσαι. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρε φον, καὶ ψυχὰς περιεποιοῦντο." ∆ιαστρέφοντες γὰρ τὸν λαὸν, καὶ τοῦ Θεοῦ ἀφιστῶντες, αὐταῖς προσ έχειν παρεσκεύαζον. Εἶτα κέρδους τὸ εὐτελές. ιθʹ. Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνε κεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου. Τί γὰρ τούτων εὐτελέστερον; Τί δὲ χαλεπώτερον τῆς ἐντεῦθεν ἐπαγομένης λώβης; "Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περι ποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀπο φθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέ γματα." Σμικροῦ γὰρ ἕνεκεν κέρδους, τοὺς μὲν ἐπῃνεῖτε μάτην ἐπὶ τοῦ λαοῦ, τοὺς δὲ τιμωρίας εἶ ναι ἀξίους ἐλέγετε, τῇ τοῦ λαοῦ κουφότητι καὶ εὐ κολίᾳ κακῶς ἀποκεχρημέναι. Πειθόμενοι γὰρ τοῖς ὑφ' ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον. Οὕτω τὴν ἀσέβειαν ἐλέγ ξας, ἀπειλεῖ τιμωρίαν. κʹ, καʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ