1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

42

εὐωδίας. Ἃ παρ' ἐμοῦ, φησὶν, ἐλάμβανες ἀγαθὰ, ταῦτα τοῖς μοιχοῖς ἐκεί νοις προσέφερες δαίμοσι, τοῖς μὲν αὐτοὺς κατακο σμοῦσα, καὶ καταποικίλλουσα, τοῖς δὲ τὰς θυσίας καὶ τὰς σπονδὰς ἐπιτελοῦσα. Καὶ ἐγένετο, λέγει Ἀδωναῒ Κύριος. (κʹ) Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλω σιν. Εἶτα κατ' εἰρωνείαν ὁ ἔλεγχος. "Ὡς μικρὰ ἐξεπόρνευσας," Ἐξ ὧν δῆλον, καὶ λίαν σαφὲς, ὅτι πορνείαν ἐνταῦθα τὴν τῶν εἰδώλων θεραπείαν καλεῖ. καʹ, κβʹ. Καὶ ἔσφαξας, φησὶ, τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς. Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν καὶ τὰ βδελύγματά σου. Πάντων γὰρ τῷ ὄντι καὶ μυσα ρώτατον, καὶ μιαρώτατον, ἡ ἄδικος τῶν παίδων σφαγὴ, ἣν ἐπετέλουν οἱ μεμηνότες ἀποτροπιαζόμενοι, καὶ κακῶν ἀπαλλαγὴν, ὡς ἀνοήτως ὑπελάμβανον, σφίσιν αὐτοῖς μηχανώμενοι. "Καὶ οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ, καὶ ἀσχημονοῦσα, καὶ πεφυρμένη ἐν τῷ αἵματί σου, καὶ 81.941 ἔζησας. Οὐκ ἔλαβες, φησὶν, εἰς νοῦν τὰ πρότερα, ὅπως σε γυμνὴν οὖσαν, καὶ πάσης προνοίας ἐστερη μένην καὶ τῷ εἰδωλικῷ αἵματι πεφοινιγμένην, λαβὼν ἀπέλουσά τε καὶ ζωῆς καὶ πάσης κηδεμονίας ἀπο λαῦσαι πεποίηκα. κγʹ. Καὶ ἐγένετο μετὰ πάσας τὰς ἀδικίας σου, Οὐαὶ, οὐαί σοι, λέγει Ἀδωναῒ Κύριος. Καρπὸν δέ φησι τῆς ἀγνώμονος γνώμης ταύτης δρέπῃ θρῆ νον καὶ ὀδυρμόν. Εἶτα πλατύτερον αὐτῆς διέξεισι τὴν ἀσέβειαν. κδʹ, κεʹ. Καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνι κὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ. Καὶ ἐπ' ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ. Ταῦτα σαφέστερον ἄν τις καταμάθοι, καὶ ἐκ τῆς τῶν Κριτῶν ἱστορίας, καὶ ἐκ τῆς τῶν Βασιλειῶν συγγραφῆς· πανταχοῦ γὰρ καὶ ἐν ταῖς οἰκίαις, καὶ ἐν ταῖς ἀγο ραῖς, ἔστησαν τὰ τῶν εἰδώλων ἱδρύματα· καὶ τὰ σώματα δὲ ταύτης τῆς ἀσεβείας ἐπλήρωσαν, καὶ ἐν αὐτῷ δὲ τῷ νεῷ τοῦ Θεοῦ τοῖς ἀλιτηρίοις δαίμοσιν ᾠκοδόμησαν βωμοὺς, ἰνδάλματά τε καὶ ἀπεικά σματα δαιμόνων ἱδρύσαντο. Τοῦτο δὲ κἀνταῦθα ὁ ∆εσπότης κατηγορεῖ, "οἴκημα πορνικὸν" τὰ εἰδωλικὰ τεμένη προσαγορεύων. Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι' ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλα τείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμή νατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνή σασα θεούς. Καὶ τοῦτο διδάσκων ἐπήγαγε· Καὶ ἐπλήθυνας τὴν πορνείαν σου. (κʹ.) Καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολ λαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. Τροπικῶς δὲ πάλιν μεγαλοσάρκους, τοὺς μεθ' ὑπερβολῆς τῇ τῶν εἰδώλων θεραπείᾳ προστετηκότας ὠνόμασεν. Οὗτοι γὰρ καὶ τράγους, καὶ βόας, καὶ πρόβατα, κύνας τε καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ ἴβεις, καὶ ἱέρα κας προσεκύνησαν. κζʹ. Καὶ ἰδοὺ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων, τὰς ἐκκλινούσας ἀπὸ τῆς ὁδοῦ σου, ἧς ἠσέ βησας. Κινήσω, φησὶν, εἰς παιδείαν τὴν χεῖρά μου, καὶ γυμνώσω σε τῆς τοῦ νόμου λαμπρότητος, καὶ ἐπίχαρτόν σε τοῖς ἐχθροῖς καταστήσω, καὶ τὰς ἐκ γειτόνων πόλεις ἐπιγελᾷν σοι ποιήσω, αἳ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν οὐκ ἐζήλωσαν. κηʹ, κθʹ. Καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς υἱοὺς Ἀσσοὺρ, καὶ οὐδὲ οὕτως ἐνεπλήσθης, 81.944 καὶ ἐξεπόρνευσας, καὶ οὐκ ἐνεπίμπλω. Καὶ ἐπλή θυνας τὰ πορνεῖά σου πρὸς γῆν Χαναὰν, καὶ εἰς τοὺς Χαλδαίους, καὶ οὐδὲ ἐν τούτοις ἐνεπλή σθης. Ἕκαστον, φησὶν, ἔθνος ἰδίοις εἰδώλοις ἐδού λευσε· σὺ δὲ τοὺς ἁπάντων προσκυνήσασα θεοὺς, καὶ τῶν πανταχοῦ εἰδώλων τὴν θεραπείαν ἀσπαζομένη, κόρον τῆς ἀσεβείας οὐδέπω καὶ τήμερον ἔλαβες. λʹ. Τίνι καθαριῶ τὴν καρδίαν σου, λέγει Ἀδω ναῒ Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης παῤῥησιαζομένης; Ποίαν, φη σὶν, ἀξίαν τῆς ἀσεβείας ἐπαγάγω σοι τιμωρίαν; ποίῳ