1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

96

τιμωρίαν. Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπε σεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας. δʹ, εʹ. Καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέ λια αὐτῆς. Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα ἡ Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μα χαίρᾳ πεσοῦνται μετ' αὐτῆς. Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρ έξει· ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ. Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰ γυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας. Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυ πτίων συμμαχίαν. Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσί δος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει· πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους; ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰ γύπτῳ γεγενημένους. Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γε νέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων. Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες. Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκο πὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν 81.1113 Αἴγυπτον. Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφή του εἴρηται· "Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κα τάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύ πτου, λόγος τίνος ἐμμενεῖ, ὁ ἐμὸς, ἢ ὁ αὐτῶν· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος· Ἰδοὺ ἐγὼ δί δωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδο τον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζη τοῦντος ψυχὴν αὐτοῦ." Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα· ἑνὸς γὰρ Πνεύματος ῥήματα. Οὕτω πάλιν προει ρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βα σιλέα, ἐπάγει· θʹ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφα νίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα· καὶ ἔσται τα ραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. -Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν· τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ. Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τού τοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐ τοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα. ιʹ-ιβʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος. Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ' αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπ εσταλμένοι ἀπολέσαι τὴν γῆν· καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ' Αἰγύπτου, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων· τὸ δὲ, "Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν," ἀντὶ τοῦ παραδώσω τέθεικεν. Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις· μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου. Εἶτα προλέγει, ὅτι βδε λύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγ μίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται. ιγʹ. Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες. Τηνικαῦτα τῆς Αἰγύπτου τὰς ἡνίας πεπιστευμέ 81.1116