1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

140

προὐ θυμούμην· "Κατὰ ζῆλον γὰρ, φησὶ, διώκων τὴν Ἐκ κλησίαν." Οὕτως ἅπαντα τὰ δοκοῦντα σεμνὰ διηγη σάμενος, ἐπήγαγεν "Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω." Ἀλλ' ὅπερ ὁ μακάριος Παῦλος ζημίαν καὶ σκύβαλα προσηγόρευσε, τοῖς πνευματικοῖς παρεξετάσας, ταῦτα ὁ σοφώτατος Ἀπολινάριος ὑπὸ μὲν Ἠλιοῦ κηρυχθήσεσθαι τοῖς Ἰουδαίοις, ὑπ' αὐτοῦ δὲ τοῦ ∆εσπότου Χριστοῦ βεβαιωθήσεσθαι ἔφη. Τί δήποτε δὲ, εἰπάτω, τοῖς ἐξ Ἰουδαίων τὴν κατὰ νόμον δώσει πολιτείαν, ὡς τῆς πίστεως οὐ δυναμένης δοῦναι τὴν σωτηρίαν; Καὶ τίνος ἕνεκεν καὶ ταύτην πᾶσιν ἡμῖν παρέσχε τοῖς ἔθνεσιν, ἵν' αὐτοῖς τελείαν παράσχῃ τὴν σωτη ρίαν; Εἰ δὲ ὡς τῆς πίστεως ἀρκούσης καὶ σῶσαι, καὶ τῶν οὐρανῶν προξενῆσαι τὴν βασιλείαν, τὴν τοῦ νόμου κατέπαυσε φυλακὴν, τίνος χάριν τὸν σῶσαι μὴ δυνάμενον νόμον πάλιν ἐπιστήσει τοῖς Ἰουδαίοις; Ὅτι γὰρ αὐτοῦ τὰ πλεῖστα οὐδεμίαν τοῖς φυλάτ τουσι δικαιοσύνην παρέχει, αὐτὸς ὁ Θεὸς διὰ τοῦδε ἡμᾶς ἐδίδαξε τοῦ προφήτου· "Ἔδωκα γὰρ, φησὶν, αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς." Πῶς τοίνυν τὰ οὐ καλὰ, καὶ ζωὴν παρέχειν οὐ δυνάμενα, πάλιν ἐπιθήσει τοῖς Ἰουδαίοις, σῶσαι αὐτοὺς, ἀλλ' οὐκ ἀπολέσαι βουλό μενος; Καὶ ἑτέρωθεν δὲ ῥᾴδιον συνιδεῖν τοῦ ταῦτα προσδοκῶντος τὴν ἄνοιαν. Εἰ γὰρ τὰ Ἰουδαίων τύπος τῶν ἡμετέρων· συνομολογεῖ γὰρ τοῦτο, καὶ οὐκ ἀν τιλέγει· ποῦ χρεία τοῦ ἐνιαυσιαίου προβάτου μετὰ τὴν θυσίαν τοῦ ἀμώμου ἀμνοῦ, τοῦ ἄραντος τὴν ἁμαρτίαν τοῦ κόσμου; Ποῖον δὲ τῶν ἀζύμων ὄφελος μετὰ τὸν ἐπουράνιον ἄρτον, ἢ πάσχα τυπικοῦ μετὰ τὸ πνευματικόν; Ἀλλ' οὔτε τοῦ θείου Ἀποστόλου ἀκούει λέγοντος· "Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·" οὔτε τοῦ Κυρίου, τοὺς ἑαυτοῦ διδάσκοντος μαθητὰς, καὶ λέ γοντος· "Τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν." Καί· "Τοῦτό μού ἐστι τὸ αἷμα ὑπὲρ ὑμῶν ἐκχυ νόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν." Καὶ ἀλλαχοῦ δὲ εἰρηκὼς τοῖς Ἰουδαίοις· "Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον," ἐπήγαγεν· "Οὗτός ἐστιν 81.1253 ὁ ἄρτος τῆς ζωῆς, ἵνα τις φάγῃ ἐξ αὐτοῦ καὶ μὴ ἀποθάνῃ." Καὶ ἵνα τὰ ἄλλα καταλίπω μυρία ὄντα, ἔτι νῦν ἐν τοῖς Ἱεροσολύμοις, ἥ τε τοῦ σταυροῦ ἐκκλησία, καὶ ἡ ἀνάστασις, καὶ ἡ ἀνάληψις, καὶ ἡ ἐν τῇ Σιὼν ἐκκλησία, καὶ ἡ ἱερὰ Βηθλεὲμ, καὶ ἕτεροι δὲ εὐκτήριοι τόποι μυρίοι. Τοῦ Ἰουδαίων τοίνυν ἀνῳκοδομημένου νεὼ, λυθήσονται οὗτοι, ἢ καὶ αὐτοὶ μενοῦσι τιμώμενοι; διαμένοντες δὲ ἐπὶ τῆς προτέ ρας τιμῆς, τιμηθήσονται ὑπὸ Ἰουδαίων, ἢ ἀτιμα σθήσονται; Εἰ μὲν οὖν ἀτιμάσουσι, καὶ ἐπὶ τῆς προτέρας μενοῦσι μανίας, καὶ οὐδὲν ὄφελος ἐκ τῶν τοῦ μεγάλου Ἠλιοῦ λήψονται κηρυγμάτων· εἰ δὲ τιμήσουσι, ποῖον ἄρα τῶν εὐκτηρίων πλέον; τὸν τοῦ σταυροῦ, ἢ τῆς ἀναστάσεως, ἢ τὸν οἰκοδομηθησό μενον; Εἰ μὲν γὰρ ἐκεῖνον πλέον, ὡς οὐ τελείαν ἔχοντες γνῶσιν τοῦτο ποιήσουσιν· εἰ δὲ τούτους προτιμήσουσι, περιττὴ ἡ ἐκείνου οἰκοδομία· εἰ δὲ τὴν ἴσην ἀπονεμήσουσι τιμὴν τούτοις τε κἀκείνῳ, προσοίσουσι μὲν ἐκεῖ τὰς θυσίας, ἐνταῦθα δὲ τῶν ἱερῶν ἀπολαύσονται μυστηρίων. Καὶ πῶς οἷόν τε σὺν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τῶν θείων αὐτοὺς ἀπολαύειν μυστηρίων, τοῦ νόμου τὴν πρὸς τὰ ἔθνη ἐπιμιξίαν κωλύοντος; Λείπεται τοίνυν, ἐν αὐτῷ τῷ ναῷ καὶ τὰ εὐαγγελικὰ, καὶ τὰ νομικὰ πληροῦσθαι κατὰ ταυτόν· καὶ ἀνάγκη πάλιν μάχην εἶναι καὶ ἔριν, ἡμῶν μὲν καθ' ἑαυτοὺς πολιτευομένων, ἐκεί νων δὲ τὴν κατὰ τὸν νόμον λατρείαν προαιρουμέ νων. Καὶ πῶς ἀληθεύει Παῦλος λέγων· "Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ, τουτέστι, τὸν ἐθνι κὸν καὶ τὸν Ἰουδαϊκὸν, εἰς ἕνα καινὸν ἄνθρω πον, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα;" Καὶ πάλιν· "Οὐκ ἔνι Ἰουδαῖός τε καὶ