1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

110

ὄρει, φησὶ, τῷ ὑψηλῷ τοῦ Ἰσραὴλ ἔσται εὐπρέπεια αὐτῶν." Καὶ μὴν ἐμνημόνευσεν ὀρέων πολλῶν, καὶ φαράγγων, καὶ διαφερόντως ὄρους τινὸς ὑψηλοῦ μνημονεύει, ἐν ᾧ προλέγει τῶν βοσκομένων τὴν ἐσομένην εὐπρέπειαν. Τούτου τοῦ ὄρους καὶ ὁ μακάριος ∆αβὶδ μέμνη ται, λέγων· "Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος 81.1157 τετυρωμένον, ὄρος πῖον." Εἶτα τοῖς Ἰσραηλιτικοῖς ὄρεσι τούτῳ τῷ ὄρει διαφθονουμένοις φησίν· "Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος." Μάτην, φησὶ, ζηλοτυπεῖτε τοῦτο τὸ ὄρος, ἐπειδὴ ἐν αὐτῷ κατα σκηνοῦν ὁ Θεὸς εὐδόκησεν· εἰς τέλος γὰρ τοῦτο ποιήσει. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰρηκώς· Ἱνατί ἐρίζετε ὄρη τετυρωμένα; ὁ δὲ Θεοδοτίων· Ἱνατί δικάζεσθε περὶ τούτου τοῦ ὄρους; καὶ Ἡσαΐας βοᾷ, καὶ Μιχαίας ὡσαύτως· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος Κυ ρίου ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη," καὶ τὰ ἑξῆς· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "Οὐ δύναται, φησὶ, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη." Τὸ ὑψηλὸν τοίνυν καὶ περιφανὲς τῆς εὐαγγελικῆς διδασκαλίας ὄρος κἀνταῦθα ὠνόμασεν, ἐν ᾧ γενήσεσθαι τὴν τῶν προ βάτων εὐπρέπειαν ἐπηγγείλατο. Εἶτα ἐπάγει· "Καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ." Καὶ τοῦτο δὲ ἀντικρὺς ἡμῖν, ἀλλ' οὐκ Ἰουδαίοις ἁρμόττει· ἐκεῖνοι μὲν γὰρ μίαν ἔσχον μάνδραν, τὸν ἐν Ἱεροσολύμοις ναόν· ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας. Καὶ κοιμηθήσονται, καὶ ἀναπαύσονται ἐκεῖ καὶ ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκη θήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ. (ιεʹ.) Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. -Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει· "Κατα τρύφησον γὰρ, φησὶ, τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου· ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ' ὧν πάλιν νεμόμεθα, ἐπί βασίν τινα δι' ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος· διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγ γελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ' ἐκείνων μαρ τυρουμένην· ἔχομεν δὲ ποιμένα αὐτὸν τὸν ∆εσπότην καὶ Κύριον βοῶντα· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός." Τοῦτο καὶ ἐνταῦθα προαγορεύων ἔφη· "Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. Καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος." Ὑπ' αὐτοῦ γὰρ ποιμαινόμενοι, καὶ τῆς αὐτοῦ διδασκαλίας οἷον ἐπί τινος χλόης διαναπαυόμενοι, ἐπιγιγνώσκο μεν αὐτοῦ τὴν δεσποτείαν. ιʹ. Τάδε λέγει Ἀδωναῖ Κύριος· Τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω· ὡς Παῦλον, καὶ τοὺς κατ' ἐκεῖνον· "Καὶ τὸ συντε τριμμένον καταδήσω·" ὡς τὸν τελώνην, καὶ τὴν πόρνην, καὶ τὸν λῃστὴν, καὶ τοὺς κατ' ἐκείνους· "Καὶ τὸ ἠσθενηκὸς ἐνισχύσω·" ὡς τὸν Πέτρον ἀρνησάμενον· "Καὶ τὸ πῖον καὶ ἰσχυρὸν φυλά ξω·" ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον· "Καὶ ποιμανῶ 81.1160 αὐτὰ μετὰ κρίσεως·" χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ. Οὕτως συμπεράνας τόν τε κατὰ τῶν κακῶν ποιμένων λόγον, καὶ τῆς παρ' αὐτοῦ γενησομένης ἐπιμελείας τὴν πρόῤῥησιν, ἐπὶ τὰ πρό βατα μεταφέρει τὸν λόγον, διδάσκων, ὡς ἡ τῶν ποι μένων ἀτοπία τοῖς προβάτοις ἀπολογίαν οὐ δίδωσι· λογικὰ γὰρ τὰ πρόβατα, καὶ διάκρισιν ἔχοντα, καὶ τά τε κακὰ φυγεῖν, καὶ προελέσθαι τὰ ἀγαθὰ δυνά μενα. ∆ιό φησι· ιζʹ. Καὶ ὑμεῖς πρόβατά μου, τάδε λέγει Ἀδω ναῒ Κύριος. Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβά του καὶ προβάτου, κριῶν καὶ τράγων. Ὥσ περ γὰρ, φησὶ, ποιμέσι καὶ προβάτοις δικάζω, οὕτω καὶ τῶν προβάτων ἔσομαι κριτὴς, καὶ τοὺς ἀδικοῦν τας κολάσω. ιηʹ, ιθʹ. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νο μὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστη κὸς ὕδωρ ἐπίνετε, καὶ τὸ κατάλοιπον ἐν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου καὶ τὰ καταπατήματα τῶν ποδῶν ὑμῶν ἐνέ μοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν πο δῶν ὑμῶν ἔπινον; Πρὸς τοὺς εὐπόρους ὁ λόγος εἰς ἀσωτίαν κατακεχρημένους τῷ πλούτῳ, καὶ μὴ μόνον τὴν χρείαν ἐξ αὐτοῦ καρπουμένους,