1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

109

αὐτοῖς, κωμῳδοῦντες τὰ παρ' αὐτῶν λεγόμενα. ∆ιό φησι· "Καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ·" δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα. εʹ. ∆ιὰ τούτους, φησὶ, τοὺς κακοὺς ποιμένας διέσπειρα τὰ πρόβατά μου, καὶ ἐγένετο εἰς κα τάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. Τροπικῶς πάλιν ἐκάλεσε τὰ θηρία, ἐπειδὴ κατὰ ταὐτὸν τὸν λόγον καὶ τὰ πρόβατα προσηγόρευσε. Καλεῖ δὲ θηρία νοητὰ μὲν τοὺς δαίμονας, τῶν ψυχῶν τοὺς ἀλάστο ρας, αἰσθητὰ δὲ τοὺς πανταχόθεν ἐπελθόντας αὐτοῖς πολεμίους. ʹ. Καὶ διεσπάρη καὶ ἐπλανήθη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ παντὶ βουνῷ ὑψηλῷ, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη τὰ πρόβατά μου, καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ἐπι στρέφων. -Ὄρη καὶ βουνοὺς καὶ τὰ ἄλλα ὅσα εἴρηκε, τὴν ἐν αὐτοῖς γενομένην τῶν εἰδώλων λα τρείαν ἐκάλεσεν· ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων. Οὗ χάριν ἔφη· "Καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀπο στρέφων." Οὕτω τὴν κατηγορίαν ποιησάμενος, ἀπειλεῖ τοῖς ποιμέσι τὴν τιμωρίαν, καί φησιν· Ἐπεὶ διὰ ῥᾳστώνην τε καὶ ἀμέλειαν θηριάλωτα τὰ πρόβατά μου γέγονε, καὶ οὐδεμιᾶς παρ' ὑμῶν ἐπιμελείας ἢ προνοίας ἀπήλαυσε· μόνης γὰρ τῆς οἰκείας τρυφῆς, καὶ σωματικῆς ἐφροντίσατε θεραπείας· θʹ, ιʹ. Τούτου χάριν, ὦ ποιμένες, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ καταπαύσω αὐ τοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ μὴ ποιμανοῦσιν αὐτὰ ἔτι οἱ ποιμένες· καὶ ἐξ ελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκέτι ἔσται αὐτοῖς εἰς κατάβρωμα. ∆ιὰ τούτων προεδήλωσε τῶν λόγων, καὶ τῆς βασιλείας τῆς τῶν Ἰουδαίων, καὶ τῆς ἀρχιερωσύνης τὴν παῦ 81.1156 λαν. Ἐλευθερώσω γὰρ, φησὶ, τὰ πρόβατά μου τῆς κακῆς τούτων ἐπιστασίας, οἳ προνοίας μὲν οὐδεμιᾶς ἠξίωσαν αὐτὰ πώποτε, μόνον δὲ κατεσθίοντες αὐτὰ διετέλουν. Εἶτα διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ὑπισχνεῖται σωτηρίαν. ιαʹ, ιβʹ. ∆ιότι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά. Ὥσπερ ἐπισκέπτεται ὁ ποιμὴν τὸ ποίμ νιον αὑτοῦ ἐν ἡμέρᾳ ὅταν ᾗ γνόφος καὶ νε φέλη ἐν μέσῳ προβάτων αὐτοῦ διακεχωρισμέ νων· οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ῥύ σομαι αὐτὰ ἐκ παντὸς τόπου, οὗ διεσπάρη σαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. - Νεφέλην δὲ καὶ γνόφον ἐνταῦθα τὸν τῆς ἀγνοίας ἐκάλεσε ζόφον, ὃς κατὰ τῆς οἰκουμένης ἐκέχυτο πρὸ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως. Λέγει τοίνυν, ὅτι ∆ίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπι σθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω· τοιαύτη δέ ἐστιν ἡ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συν αχθεῖσα Ἐκκλησία. Εἶτα διπλῆν ποιεῖται τὴν προ φητείαν. Τὸ μὲν γὰρ φαινόμενον αὐτοῖς μόνοις Ἰουδαίοις ἁρμόττει· τὸ δὲ μυστικόν τε καὶ κεκρυμ μένον, πᾶσιν ἀνθρώποις, ἄλλως τε καὶ τύπος τῶν ἡμετέρων τὰ εἰς Ἰουδαίους γεγενημένα· συμβαίνει γὰρ τῇ ἐκείνων ἀνακλήσει, καὶ τῇ τῆς αἰχμαλωσίας ἀπαλλαγῇ, καὶ ἡ ἡμετέρα ἀπὸ τοῦ διαβόλου πρὸς Θεὸν ἐπάνοδος, καὶ τῆς τυραννικῆς ἐκείνης δουλείας ἡ ἐλευθερία. ιγʹ, ιδʹ. Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ ποιμανῶ αὐτοὺς ἐπὶ τῶν ὀρέων Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς. Ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς. Καὶ μὴν ἀγαθὸς ὁ νόμος, καὶ ἡ ἐντολὴ κατὰ τὸν Ἀπόστολον ἁγία, καὶ δι καία, καὶ ἀγαθὴ, ἀλλ' ἑτέραν αὐτοῖς ὑπισχνεῖται νομήν· τὴν γὰρ νομικὴν εἶχον. Τίς δὲ αὕτη ἡ ὑπὲρ τὴν νομικὴν ἀγαθὴ νομή; ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει; Καὶ τοῦτο σαφέστερον δηλῶν· "Ἐν τῷ