1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

3

τρίτη· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, καὶ τῶν Παραλειπομένων ἡ βίβλος, καὶ ὁ θεῖος ∆ανιὴλ ὁ προφήτης· οὕτω γὰρ καὶ τῆς προφητείας ἄρχεται· "Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν, καὶ ἔδωκε Κύριος ἐν τῇ χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ·" καὶ μετ' ὀλίγα· "Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς Ἀσφανὲζ, τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. Πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλω σία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωα κείμ· τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας. Καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφή της λέγων οὑτωσί· "Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας τοῦ Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐν ύπνιον." ∆ευτέρα δὲ αἰχμαλωσία, ὡς ἔφην, γεγένη ται ἐν τῷ ἑνδεκάτῳ μὲν ἔτει τῆς τοῦ Ἰωακεὶμ βασι λείας, ὀγδόῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας· τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονό σορ ἡγεμονίας. ∆ιδάσκει δὲ ἡμᾶς ταῦτα σαφῶς καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοὺς χρόνους συναγαγεῖν, καὶ ἐξ ἐκείνου τοῦ προφήτου σαφῶς ταῦτα καταμαθεῖν. Οὐκοῦν Ἰε ζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου· πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς. Ἔτεσι δὲ δυοκαίδεκα πρότερος ὁ ∆ανιὴλ τῆς προ φητείας ἤρξατο· κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἱερεμίας, καὶ Σοφονίας, καὶ Οὐρίας ὁ Σαμαίου. Ἀλλὰ πάλιν κἀκεῖνοι πρεσβύτεροι οὐ μόνον τοῦ Ἰεζεκιὴλ, ἀλλὰ καὶ τοῦ ∆ανιήλ· ἐν γὰρ τῷ τρισκαιδε κάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφη τείας ὁ μακάριος Ἱερεμίας, καὶ ὁ Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν 81.816 φησίν. Οὐρίας δὲ ὁ Σαμαίου ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν. Τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προ φητευσάντων καιρὸν, ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν· ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης με στάς· προθεσπίζει δὲ οὐ μόνον τὴν Ἰουδαίων πανωλεθρίαν, ἀλλὰ καὶ τὴν Τυρίων, καὶ Σιδωνίων, καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμ μανιτῶν, καὶ Ἰδουμαίων, καὶ πρὸς τούτοις Αἰγυπτίων. Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν. Αὐτὸν τοίνυν τὸν τοῦ προφήτου Θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. ΤΟΜΟΣ Αʹ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός. Τισὶν ἔδοξε τὸ τριακοστὸν ἔτος τοῦ Ἰωβηλαίου εἶναι· Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν. Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀρι θμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντή κοντα. Τούτων τῶν πεντήκοντα ἐτῶν τριακοστὸν ἐνιαυτὸν ἔφασάν τινες εἶναι τῆς προφητείας τὸν χρόνον. Ἐγὼ δὲ πρῶτον μὲν ἐν τοῖς χρονικοῖς ἐπι ζητήσας τὸν χρόνον, εὗρον τῆς αἰχμαλωσίας Ἰεχο νίου τὸν πέμπτον ἐνιαυτὸν, οὐ τῷ τριακοστῷ τοῦ Ἰωβηλαίου, ἀλλὰ τῷ πέμπτῳ ἔτει καὶ εἰκοστῷ σύγχρονον. Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν. Μετ' ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττε ται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης.