1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

85

προσαγορεύει Γραφή. ∆ιπλῆ τοίνυν ἡ ἀσέβεια· οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περι θεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τού των τὴν χορηγίαν τετόλμηκεν. Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί. εʹ, ʹ. Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος. Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθη σαν. Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βα σανίτιδος ἐποίησαν τὰς κώπας σου. Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά. Ἀπαριθμεῖται τοί νυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες· τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος· τὰς δὲ οἰκοδο μίας ἀπὸ τοῦ Σανείρ. Τούτοις ἐπάγει· "Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ." Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν· τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ. Εἰ δὲ καὶ περὶ τῶν. εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός. Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ "οἴκους ἀλσώ δεις," τουτέστι, σανίσι κεκαλυμμένους· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε. Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους· "Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χετ 81.1077 τιείμ." Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους. Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· "∆ιέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀπο στείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί." Καὶ διὰ μὲν τοῦ Κηδὰρ τὰ πρὸς ἕω ἔθνη δια κείμενα δηλοῖ· διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς. Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέ χρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, ὃ δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν· ἡ δὲ Κύπρος ἐκράτει κατ' ἐκεῖνον τὸν καιρὸν τῶν νήσων. ∆ιὸ τὰς νήσους τὰς Ἑλληνικὰς Χεττιεὶμ ὀνομάζει. Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο. Τούτοις ἐπιφέρει· ζʹ. Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγέ νετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε· ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου. Ἡ Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς· δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα. Ἡ δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακιν θίνην περικείμενα χροιάν· Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ. ηʹ. Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σι δῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου. Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου, ἀλλ' οἱ γείτονές σου. Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως· Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στό λον, τὰς σὰς ἐρέττοντες ναῦς· οἱ δὲ παρὰ σοὶ ἐπιστή μονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν. Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου. (θʹ.) Οἱ πρεσβύτεροι Βι βλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗ τοι ἐνίσχυον τὴν βουλήν σου. Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον. "Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν." Πανταχόθεν, φησὶ, συνέῤ ῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνού μενοι· τοῦτο γὰρ σημαίνει τὸ "ἀμειβόμενοι τῇ ἐπιμι ξίᾳ σου·" καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες. Τὸ γὰρ, ἐπὶ δυσμὰς δυ σμῶν, τοῦτο σημαίνει· οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτι κώτεροι. 81.1080 ιʹ, ιαʹ. Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλ τας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί· οὗ τοι ἔδωκαν τὴν δόξαν σου. Υἱοὶ Ἀραδίων, καὶ ἡ δύναμίς σου,