1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

18

βʹ. Τὸ τέταρτον ἐν πυρὶ κατακαύσεις ἐν μέσῃ τῇ πόλει, κατὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ σου, καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύ ματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. Ταῦτα αὐτὸς ἑρμηνεύει μετὰ βραχέα, καὶ καλεῖ πῦρ, καὶ τὸν λιμὸν, καὶ τὸν θάνατον· διὸ τὰ δύο τέταρτα προσέταξε τῷ πυρὶ παραδοθῆναι, ὡς καὶ τούτου κἀ κείνου δίκην πυρὸς ἐπινεμομένου τοὺς ἀνθρώπους· διὰ δὲ τῆς ῥομφαίας τὴν τῶν πολεμίων ἔφοδον ἐσή μανε, καὶ τὰς ὑπ' ἐκείνων ἐσομένας σφαγάς· τὸν δὲ διασκορπισμὸν τὴν αἰχμαλωσίαν καὶ τὴν ἐσομένην διασπορὰν, περὶ ὧν ἐπήγαγε· "Καὶ μάχαιραν ἐκ κενώσω ὀπίσω αὐτῶν·" καὶ γὰρ μετὰ τὸ γενέσθαι δορυάλωτοι μυρία θανάτων ὑπέμειναν εἴδη. 81.864 γʹ, δʹ. Καὶ λήψῃ, φησὶν, ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς ἐν μέσῳ τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτοῦ ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραήλ. Σημαίνει δὲ διὰ τούτων τοὺς ὑπο λειφθέντας, οὓς Ναβουζαρδᾶν ὁ ἀρχιμάγειρος κατ έλιπε μετὰ Γοδολίου, οἳ πάλιν διαφόρως κατηναλώ θησαν· νῦν μὲν ὑπ' ἀλλήλων ἀναιρούμενοι, νῦν δὲ εἰς Αἴγυπτον ἀποδιδράσκοντες, καὶ τῆς ἀσεβείας οὐκ ἀφιστάμενοι. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Ἱερε μίου προφητεία διδάσκει. Τὸ δὲ, "Ἐξ αὐτῆς ἐξ ελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραὴλ," αἰνίττεται μὲν καὶ τὴν τότε γενομένην ἀγανάκτησιν τοῦ Βα βυλωνίου, καὶ τὸν ἐπενεχθέντα αὐτοῖς ἐν Αἰγύπτῳ ὄλεθρον· προσημαίνει δὲ καὶ τὰς μετὰ τὴν ἐπάν οδον ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γενομένας στάσεις, δι' ἃς ταῖς μυρίαις ἐκείναις περιέπεσον συμ φοραῖς. ∆ιαφερόντως δὲ προαγορεύει τὴν κατὰ τοῦ ∆εσπότου Χριστοῦ μανίαν, καὶ τὴν μετὰ τὸν σταυ ρὸν γενομένην αὐτῶν πανωλεθρίαν, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασποράν. Ταῦτα, φησὶ, ποιήσας, εἰπὲ καὶ τῆς τιμωρίας τὰς αἰτίας. εʹ, ϛʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Αὕτη Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας· καὶ ἐρεῖς, ἤλ λαξε τὰ δικαιώματά μου εἰς ἀνομίαν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῆς. ∆ιότι τὰ δικαιώματά μου ἀπώσαντο αὐτὰ, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς. Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀν θρώπους εὐεργετῆσαι βουλόμενος· διὸ καὶ νόμον αὐτοῖς ἀπὸ πάντων αὐτοὺς διορίζοντα δέδωκεν, ἵνα κἀντεῦθεν τὸ ἐπίσημον ἔχωσιν· ἔδωκε δὲ αὐτοῖς καὶ τόπον εἰς οἰκητήριον τῆς οἰκουμένης τὰ μέσα· πρὸς ἕω μὲν γὰρ καὶ ἄρκτον τὴν Ἀσίαν εἶχον, πρὸς ἑσπέ ραν δὲ τὴν Εὐρώπην διὰ τῆς θαλάσσης συναπτομέ νην· ἀπὸ δὲ νότου τὴν Λιβύην. Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διεί λοντο. "Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν· αὕτη δὲ πᾶν τοὐναντίον πεποίηκεν· οὐ γὰρ μόνον αὐτοῖς τῆς παρ' ἐμοῦ δοθείσης εὐνομίας οὐ μετέδωκεν, ἀλλὰ καὶ τῆς ἐκείνων δυσσεβείας μετέλαβε. ζʹ, ηʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἡ μορφὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν, ἐν τοῖς νομίμοις μου οὐκ ἐπο ρεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν οὐκ ἐποιήσατε. ∆ιὰ τοῦτο τάδε λέγει 81.865 Ἀδωναῒ Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ τὸν τῶν ἐθνῶν ἀνεμάξασθε χαρακτῆρα, καὶ τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐνεφύρητε, καὶ τὰ ἐμὰ δικαιώματά τε καὶ νόμιμα διεπτύσατε, ὑπερβολῇ δὲ παρανομίας χρώμενοι ὑπερηκοντίσατε τῇ δυσσεβείᾳ τὰ ἔθνη, παρ' ὧν ταύτην ἐμάθετε· τούτου χάριν προ φανῶς σοι δικάσω, τῶν ἐθνῶν θεωρούντων τὸ δικα στήριον, καὶ τῆς δίκης ἀκροωμένων· ἵν' ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν. θʹ. Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ πάντα τὰ βδε λύγματά σου. Εἶτα διδάσκει, τίνα τὰ