1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

67

πονηρίᾳ γὰρ συζῶντες οἱ ἀλιτήριοι δαίμονες, τῷ μὲν Ναβουχοδονόσορ διὰ τῶν μαντειῶν τὰ παρὰ τῶν προφητῶν διεπόρθμευον, τοῖς δὲ Ἰουδαίοις διὰ τῶν ψευδοπροφητῶν τἀναντία προηγόρευον, εἰρήνην αὐ τοῖς ὑπισχνούμενοι, καὶ τῶν πολεμίων φυγήν· ἵν' ἀ πειθοῦντες τῷ Θεῷ, καὶ ἀντιλέγοντες, καὶ γυμνοὶ τῆς συνήθους προμηθείας γενόμενοι, παραδοθῶσιν ὑπὸ τῆς δίκης τοῖς πολεμίοις, καὶ ἀληθεῖς ἀποφαν θῶσιν αὐτῶν οἱ χρησμοί. Οὕτως ἐντειλάμενος τῇ ῥομφαίᾳ τοῖς τραχήλοις ἐπιτεθῆναι τῶν ἀνόμως καὶ παρανόμως βεβιωκότων, ὡς τοῦ πέρατος αὐτῶν καὶ τοῦ τέλους ἐφθακότος, παρακελεύεται λέγων· λʹ. Ἀπόστρεφε εἰς τὸν κολεόν σου, μὴ κα ταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγένησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε. Ὑμᾶς δὲ, φησὶν, ὦ Βαβυλώνιοι, οὓς ῥομφαίαν ὀνομάζω, ταῦτα πεποιη κότας, ἃ παρηγγύησα, οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῇ οἰ κείᾳ γῇ δίκας ἀπαιτήσω τῆς ἀσεβείας. λαʹ. Καὶ ἐκχεῶ ἐπὶ σὲ τὴν ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ. Τὸ εὔκολον τῆς θείας δυνάμεως διὰ τούτων ἐδήλωσε. Ὥσπερ γὰρ, φησὶ, τὸ ἐμφυσῆσαι ῥᾴδιον, οὕτως εὐπετὲς καὶ λίαν εὐμα ρὲς, παραδοῦναί σε παντοδαπῇ τιμωρίᾳ. Καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβά ρων τεκταινόντων διαφθοράν. (λβʹ.) Ἐν πυρὶ ἔσῃ κατάβρωμα· τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα. Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐν έπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν. 81.1021

ΚΕΦΑΛ. ΚΒʹ αʹ-γ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Εἰ κρίνεις τὴν πόλιν τῶν

αἱμάτων; Καὶ παραδείξεις αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς; καὶ ἐρεῖς, Τάδε λέγει Ἀδωναῒ Κύριος. Μετήγαγε πάλιν τὸν λόγον ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ τῷ προφήτῃ παρακελεύεται κριτοῦ δίκην διελέγξαι τὰ παρανόμως ὑπ' αὐτῆς τολμώμενα· καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφα γάς· οὗ χάριν πάλιν τὰς αὐτὰς ὀνομάζει προσηγο ρίας, καὶ βοᾷ λέγων· Ὦ πόλις ἐκχέουσα αἷμα ἐν μέσῳ αὑτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν ἑαυτήν. Σὺ, φησὶν, ἐφέλκῃ τὰς συμφορὰς, ὦ πόλις, λογισμοῖς τε πονηροῖς κεχρημένη, καὶ τούτους εἰς ἔργον ἄγου σα, καὶ διὰ τούτων μαινομένη, καὶ αἱμάτων ἀδίκων πληρουμένη· καιρὸν δὲ τὴν συμφορὰν ὠνόμασεν. δʹ. Ἐν τοῖς αἵμασί σου οἷς ἐξέχεας, παρα πέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς πεποίηκας ἐμιαίνου, καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. Τὴν γὰρ κατὰ θείαν μακροθυμίαν ἐπιμετρουμένην προθεσμίαν συν τέμνει πλείων ἡ ἀνομία γιγνομένη· τοῦτο καὶ ἐπὶ τοῦ Νῶε γεγενημένον ἔστιν ἰδεῖν· εἴκοσι γὰρ καὶ ἑκατὸν ἐτῶν δεδωκὼς προθεσμίαν τοῖς τηνικάδε ἀν θρώποις εἰς μεταμέλειαν, θεασάμενος αὐξανομένην τὴν ἀσέβειαν, συνέτεμε τὴν προθεσμίαν, καὶ ἐν τῷ ἑκατοστῷ ἔτει τὴν διὰ τοῦ κατακλυσμοῦ τιμωρίαν ἐπήγαγε· τοῦτο καὶ ἐνταῦθα ᾐνίξατο εἰπών· "Καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου." Εἶτα διηγεῖται τοὺς τῆς παρανομίας καρπούς. ∆ιὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις (εʹ.) ταῖς ἐγγιζούσαις ἐπὶ σὲ, καὶ ταῖς μακρὰν ἀπ εχούσαις ἀπὸ σοῦ. Τούτου χάριν σε, φησὶν, ἐπίχαρ τον ποιήσω, καὶ καταγέλαστον πᾶσι τοῖς ἀστυ γείτοσι καὶ πλησιοχώροις, οὐ μὴν δὲ ἀλλὰ καὶ τοῖς πόῤῥω οἰκοῦσι. "Καὶ ἐμπαίξονταί σοι, καὶ βοή σουσιν ἐπὶ σὲ, ἀκάθαρτος ἡ ὀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις σου." Ἐφηδόμενοι γὰρ τοῖς σοῖς κα κοῖς, ἀκάθαρτόν σε καὶ παράνομον, καὶ ἐν πονηρίᾳ ἐπίσημον ὀνομάσουσιν. Εἶτα τῆς κακίας ἀπαριθμεῖ ται τὰ εἴδη. ʹ. Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραὴλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὑτοῦ